Γιά τόν ὅσιο Δαμασκηνόν τόν Στουδίτην Μητροπολίτην Ναυπάκτου

Ἀπολυτίκιον

Ἦχος α΄. Τῆς ἐρήμου πολίτην.

Τῆς Ναυπάκτου ποιμένα,
Ἱεράρχην πανεύφημον,
τῆς ἐνδόξου Μάνδρας Στουδίου,
φοιτητήν περιάκουστον,
Ἐπίσκοπον Ρεντίνης καί Λιτῆς,
διδάσκαλον λαοῦ τοῦ εὐσεβοῦς,
καί σοφίας ταμειοῦχον ΔΑΜΑΣΚΗΝΟΝ,
τιμῶμεν ἀνακράζοντες·
Δόξα τῷ σέ δοξάσαντι Χριστῷ,
δόξα τῷ στεφανώσαντι,
δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς,
σέ ἀναδείξαντι.

Τροπάρια τῶν Αἴνων

Ἦχος α΄ Τῶν οὐρανίων ταγμάτων.

Τῶν Ὀρθοδόξων ποιμένων,
ἄριστον πρότυπον,
Δαμασκηνόν τόν θεῖον,
ἐπαινέσωμεν πάντες,
ἐν χρόνοις γάρ δουλείας χριστιανοῖς,
ὥσπερ ἄστρον ἀνέτειλε,
διασκεδάζων ἐν βίβλοις τε καί γραφαῖς,
τοῦ λαοῦ τά ἀγνοήματα.

Δαμασκηνόν τόν Στουδίτην,
τόν περιάκουστον,
σεπτόν Μητροπολίτην,
τῆς Ναυπάκτου καί Ἄρτης,
Ἐπίσκοπον Ρεντίνης τε καί Λιτῆς
καί πανθαύμαστον ἅγιον,
χρεωστικῶς ἀνυμνοῦσιν οἱ εὐσεβεῖς,
ὡς κρατῆρα θείας Χάριτος.

Ὡς θησαυρόν τήν σήν βίβλον,
ἔχομεν ἅγιε,
Δαμασκηνέ θεόφρον
τῆς Ναυπάκτου ποιμάντορ,
ἐξ ἧς ὥσπερ μαργάρους τάς διδαχάς,
οἱ πιστοί ἀρυόμεθα,
καταπλουτίζοντες πάτερ ἐν τῇ ψυχῇ,
Ὀρθοδόξοις κατηχήσεσιν.

Ὡς κεκτημένος σοφίαν,
τήν ἐπουράνιον,
δογμάτων ἀληθείας,
καί ἠθῶν τάς ἐννοίας,
ἐδίδαξας τούς πάντας Δαμασκηνέ,
Ναυπακτίων διδάσκαλε,
Καί φληναφήματα ὄντως ἀπατηλά,
ἀλλοθρήσκων κατηδάφισας.

+Ὁ Ἐδέσσης Ἰωήλ

  • Προβολές: 1816

Χρησιμοποιοῦμε cookies γιὰ νὰ βελτιώσουμε τὴν ἐμπειρία σας στὸν ἰστότοπο μας.  Διαβάστε Περισσότερα - Ἀποδοχή.

We use cookies to improve your site experience. Read More - Acceptance