“ει θέλετε ίνα μείνωμεν μετ’ αλλήλων...”

...Ο Αββάς Ανούβ και ο Αββάς Ποιμήν και οι λοιποί αδελφοί αυτών, εκ μίας κοιλίας όντες, και μοναχοί εν τη Σκήτει γενόμενοι... ήλθον εις τόπον καλούμενον Τερενούθιν, έως ου σκοπήσωσι πώς οφείλωσι μείναι· και έμειναν εκεί εις παλαιόν Ιερόν μικράς ημέρας· είπε δε ο Αββάς Ανούβ τω Αββά Ποιμένι· ποίησον αγάπην συ και οι αδελφοί σου έκαστος καταμόνας ησυχάσει και μη απαντήσωμεν αλλήλοις την εβδομάδα ταύτην· και είπεν ο Αββάς Ποιμήν· ως θέλεις ποιούμεν· και εποίησαν ούτως· ήν δε εκεί άγαλμα λίθινον εν αυτώ τω ιερώ και ηγείρετο ο Αββάς Ανούβ κατά πρωΐ και ελιθοβόλει το πρόσωπον του αγάλματος· και καθ’ εσπέραν έλεγεν αυτώ, συγχώρησόν μοι· και επλήρωσε την εβδομάδα ούτω ποιών· τη δε ημέρα του σαββάτου, απήντησαν αλλήλοις· και είπεν ο Αββάς Ποιμήν τω Αββά Ανούβ· είδόν σε Αββά, τη εβδομάδι ταύτη λιθάζοντα το πρόσωπον του αγάλματος, και πάλιν μετάνοιαν αυτώ ποιούντα· πιστός άνθρωπος ταύτα ποιεί; και απεκρίθη ο γέρων· και τούτο το πράγμα δι’ υμάς εποίησα· ότε είδετέ με λιθοβολούντα το πρόσωπον του αγάλματος, μη ελάλησεν ή ωργίσθη; και είπεν ο Αββάς Ποιμήν· ού· και πάλιν, ότε έβαλον αυτώ μετάνοιαν, μη εταράχθη και είπεν, ου συγχωρώ; και είπεν ο Αββάς Ποιμήν· ού· και είπεν ο γέρων· και ημείς ούν, εσμέν επτά αδελφοί· ει θέλετε ίνα μείνωμεν μετ’ αλλήλων, γενώμεθα ώσπερ το άγαλμα τούτο, όπερ εάν υβρισθή ή δοξασθή, ου ταράσσεται· ει δε ου θέλετε γενέσθαι ούτως, ιδού τέσσαρες πύλαι εισίν εν τω ιερώ, έκαστος όπου θέλει απέλθη· και έβαλον εαυτούς χαμαί, λέγοντες τω Αββά Ανούβ· ως θέλεις πάτερ ποιούμεν... και εποιούμεν τον πάντα χρόνον ημών εν αναπαύσει και ειρήνη.

(Γεροντικό, εκδ. Παπαδημητρίου)

  • Προβολές: 1194

Χρησιμοποιοῦμε cookies γιὰ νὰ βελτιώσουμε τὴν ἐμπειρία σας στὸν ἰστότοπο μας.  Διαβάστε Περισσότερα - Ἀποδοχή.

We use cookies to improve your site experience. Read More - Acceptance