Ἀκολουθία ὁσίου Σωφρονίου τοῦ Ἁγιορείτου (Ἑσπερινός Ὄρθρος Παράκληση Χαιρετισμοί) ὑπό ἀνωνύμου μοναχοῦ Ἁγιορείτου
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΣΩΦΡΟΝΙΟΥ
ΤΟΥ
ΗΣΥΧΑΣΤΟΥ
ΚΑΙ
ΘΕΟΛΟΓΟΥ
ἐν Ἁγίῳ Ὄρει, βιθ ΄
Ἡ ἀκολουθία σὲ pdf
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α´ στάσιν τοῦ Α´ καθίσματος τοῦ Ψαλτηρίου.
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ϛ´ καὶ ψάλλομεν στιχηρά προσόμοια:
Ἦχος α´. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ Παντοκράτορ Δέσποτα, διασῴζεις λαούς, ὥσπερ Μόνος ἔγνωκας, καὶ νῦν ρωσικῇ τῇ γῇ, ἐσχάτως δέδωκας, Ἁγίων σου τὴν πληθύν, πεπληθυσμένην ὡς πάλαι ηὐδόκησας, ἐν χώραις πολλαῖς ἀνθεῖν, φυταλιά καὶ δενδρῶν σου τοῦ Πνεύματος, ἀγαθῶν σου τέκνων Σῶτερ, ὥσπερ νῦν Σωφρόνιον·οὗ ἐσχάτως πρεσβείας, ὥσπερ ἔσχατοι αἰτούμεθα.
Γέρον ἀθλητά Σωφρόνιε, ἐκ Βορρᾶ πρὸς Δυσμάς, κατελθών ἐν Πνεύματι, εἰς Ἄθω περιπολεῖς, δίκην ἱέρακος, καὶ εἶτα γαλακτικήν, γῆν ἐγεώργεις καθώσπερ Ἀπόστολος, καὶ τέλος βρεττανικήν, νῆσον Χριστοῦ διδαχαῖς κατεφώτιζες· πάσῃ δ’ οἰκουμένῃ σπόρους ἐσπαρκὼς θεόπνευστε, τοῦ Σωτῆρος Οὗ δέου, καὶ ἡμᾶς πτωχούς σωθήσεσθαι.
Μάκαρ ἱερὲ Σωφρόνιε, τῷ ἀπλέτῳ Φωτί, τοῦ Χριστοῦ κατηύγασαι, ἐκ βρέφους ἀλλὰ πληγαῖς, δολίου τέτρωσαι· Σωτήρ δὲ ὡς Ἰατρός, ἰᾶται τάχει τὸ τραῦμα σου Πνεύματι, ἱστῶν σε πνευματικόν, πεφωτισμένον καὶ πάνοπλον Ἄνωθεν· καὶ ἐλευθεροῖς ὡς ἄρχων, ἐξ ὀδόντων δράκοντος, τῶν ἀνθρώπων τὰ πλήθη, ἅπερ εὔχου τοῦ σωθήσεσθαι.
Ἕτερα· Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἔρχου παμμάκαρ Σωφρόνιε φωτίζειν, πάντας Θείῳ Πνεύματι, τοὺς δεομένους σου, καὶ καθορῶντας τὸν βίον σου, ἐκμελετῶντας, σοφάς σου βίβλους καὶ λόγους Ὅσιε, θείως πεπολίτευσαι, καὶ μεμαρτύρηκας, Χριστομιμήτως τὰ δόγματα Ὀρθοδοξίας, χώραις Εὐρώπης καὶ Ἄθω τέλεον· μοναχικῇ σου κραταιότητι, καὶ ποιμένος ἀγρύπνου τῇ σύριγγι, διωκούσῃ τοὺς λύκους, ἐξ ὧν ρύου ἡμᾶς κράζομεν.
Πάτερ Σωφρόνιε τίμιε ἐπόπτα, ὥσπερ οἱ Ἀπόστολοι τοῦ περιλάμποντος, θείου Φωτός τὸν Θεάνθρωπον, ἐν Θαβωρείῳ, ᾯ κατηυγάσθης πολλάκις Πνεύματι, μέτοχος γενόμενος Ἄνωθεν Χάριτος, καθαρτικῆς πρῶτον ὕστερον, τῆς φωτιζούσης, ἁγιαζούσης ἀεὶ ἐς ἄπειρον, Πατρὶ καὶ Λόγῳ σὺν τῷ Πνεύματι, Μοναρχίᾳ Μιᾷ Κυριότητι, ᾟ ἐπεύχου σωθῆναι, καὶ ἡμᾶς τοὺς σε γεραίροντας.
Εὔχου Σωτῆρι Σωφρόνιε δρομαίως, πάντως σοι προσέπεσθαι καὶ σὲ μιμήσασθαι, ἀσκητικῇ πολιτείᾳ σου, φιλαδελφίᾳ, ὑποταγῇ δέ Χριστομιμήτῳ σου, θρήνοις μετανοίας σου, καὶ καρτερίᾳ σου, δαιμονικαῖς ἐπιθέσεσιν, ἐλπίδι θείᾳ, νήψει ἁγίᾳ εὐχαῖς ἀλήκτοις σου, ἐν Κοινοβίοις καὶ μονώσεσι, καὶ ἐν κόσμῳ ἀγρίῳ κακοῦντι σε, πολυτρόπως ἀλλ’ εὔχου, τῷ Χριστῷ ἡμᾶς σωθήσεσθαι.
Δόξα... Ἦχος δ´.
Οὐκ ἀφῆκας ἡμᾶς Σῶτερ ὀρφανούς, ἀλλ’ ἡμῶν προνοῶν, Ἁγίων σου στρατιὰς ἀποστέλλεις ἐσχάτως, ὡς καὶ Σωφρόνιον δοῦλον σου ὡς σκεῦος σου ἐκλογῆς ἡμῖν σωτήριον· εὐχαριστοῦντες σοι πάλιν καὶ νῦν αὐτῷ βοῶμεν· συμπαθέστατε Σωφρόνιε, ἐξάγαγε ἡμᾶς εὐχαῖς σου σκότους καὶ πλάνης δαιμονίων καυχωμένων ἀναιδῶς καὶ δεῖξον ἡμῖν ὁδοὺς Σωτῆρος πολλαπλᾶς, συντριβῆς ψυχῆς καὶ πένθους χαρωποῦ, ἐν αἷς ἐβάδισας πόθῳ πυρίνῳ πρὸς Χριστὸν καὶ οὐκ ἐστράφης εἰς τοὐπίσω, ἀλλὰ πανοπλίᾳ θείᾳ, ἄτρωτος μείνας ἐν πολέμοις μυστικοῖς καὶ εὐχαῖς πυρίναις λεγεῶνας ᾅδου καταφλέξας, εὐκόλως δίδως ἡμῖν τύπους καὶ ὑπογραμμοὺς σωτηρίας ἐν Πνεύματι σὺν πᾶσιν Ἁγίοις· ὧν πολιτείαν ἐζήλωσας, νηστείαις βιῶν ἀπαρακλήτοις ἐν Μοναῖς καὶ ἐρημίαις Ἄθω καὶ κλήσει θείᾳ ὑπείκων διὰ Σιλουανοῦ διδασκάλου σου Ὁσίου, κοινοβιάρχης γενόμενος ἑσπερίᾳ γῇ καὶ νήσῳ βρεττανικῇ, ὡς Φῶς Χριστοῦ καὶ Πνεύματος Ἁγίου ἐλευθερίας κοινωνὸς πέφηνας καὶ οἰκουμένῃ πάσῃ διέλαμψας· πρέσβευε ὅθεν Χριστῷ ἡμᾶς στοιχεῖν σοι σὺν πᾶσιν Ἁγίοις καὶ μὴ ἔξω κλεισθῆναι Βασιλείας Θεοῦ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρὸν.
Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ´, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε´, 15-23 & στ´, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ´, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Στιχηρὰ ἰδιόμελα.
Ἦχος α´.
Θαρσείτω τοίνυν λαὸς τοῦ Θεοῦ καὶ γὰρ Αὐτὸς πολεμήσει καὶ ἀναλώσει τῷ Πνεύματι Αὐτοῦ ἐχθροὺς παντοίους˙ ἰδοὺ γὰρ δέδωκεν ἡμῖν Ἁγίων δήμους ἐσχάτοις, καλὸν ποιμένα, διδάσκαλον φιλοσόφους ὑπερβάντα, μετανοίας ὁδηγόν, καὶ ἐλαφροῦ φορτίου ἀσκήσεως τύπον Χριστομιμήτου, Ὀρθοδοξίας ἐκφάντορα, ἐλλαμπόμενον Φωτὶ ἀκτίστῳ καὶ δαιμόνων παραφρόνων καταγελῶντα καὶ κατασκώπτοντα ἀτάκτους πονηροὺς κολάσεσι τετηρημένους ἀλγεινῶς˙ κεφαλὰς ἀνακύψατε τέκνα πάμπολλα Θεοῦ, ὅτι ἐγγίζει ἀπολύτρωσις ἡμῶν καὶ Σωφρονίῳ σὺν Ἁγίοις ἀκολουθοῦντες, Χριστὸν εὑρήσωμεν σῴζοντα ἡμᾶς τοὺς εὐφροσύνως μέλποντας σώφρονα Σωφρόνιον ἀκάματον καὶ μὴ κεκμηκότα ὁδίτην Βασιλείᾳ Θεοῦ˙ εὐδοκοῦντα ἐν ἀσθενείαις σώματος καὶ πόνοις πνεύματος, μοναχὸν τέλειον ἐν Ἄθω καὶ προεστῶτα Μοναχῶν θεοδίδακτον ἐν γῇ βρεττανικῇ σὺν κόσμῷ τῶν Δυσμῶν, ἐν οἷς ἀνατέταλκε Φῶς θεογνωσίας πᾶσι τοῖς λαοῖς˙ διὸ καὶ χαίροντες ἀναβοῶμεν˙ Σωφρόνιε, εὔχου ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις ἀείποτέ ἐστι καὶ εἴ τις ἔγνωκε Σωφρονίου παλαίσματα ἔνθεα, ἀλγηδόνας μυρίας, δαιμόνων τρώσεις, εὐχὰς ἀδιαλείπτους καὶ πανσόφους βίβλους καὶ διδαχὰς Χριστῷ συντέτακται προθύμως καὶ Φωτὶ προστρέχει ἀρρήτῳ, ταπεινώσεως θείας κουφιζούσης ὀδύνας˙ ἧς εὑρὼν ἀτραποὺς ταχείας Παραδείσου βοᾷ˙ Σωφρόνιε ἁγιώτατε μέμνησο ἡμῶν Χριστῷ καὶ κράτυνον ἡμᾶς ἑορτάζοντὰς σου πανίερον μνήμην, δίδους ἡμῖν σοφίας σου σταλαγμοὺς καὶ δακρύων σου κρουνούς, πνεῦμα σου ἀμεριμνίας ἐν Χριστῷ, εἴπερ ὡς ἄοπλος καὶ ἄπολις ἔζης, ἄοικος, πολίτευμα σχὼν ἐν οὐρανοῖς, Σιλουανῷ πατρὶ σου στοιχῶν Ὁσίῳ καὶ ἀγογγύστως συμβαδίζων τούτῳ ὡς ὑπήκοος εὐγνώμων˙ μεθ’ οὗ εὔχου Χριστῷ ἐλεῆσαι ἡμᾶς δεόμεθα.
Ἦχος γ´.
Ἁμαρτίας νεότητος καὶ ἀγνοίας ἡμῶν μὴ μνησθῇς Σῶτερ, ἀλλ’ ἴασαι τάχει ἡμᾶς ὥσπερ Σωφρόνιον δοῦλον σου ἐρρύσω ἐξ Ἀσίας σκότους καὶ ἀχλύος δαιμονίων δυσωδῶν˙ δέχου πρεσβείας αὐτοῦ, ᾧ μετ’ εὐλαβείας προσπίπτομεν ὡς Μάρτυρι καὶ Ἀθλοφόρῳ παντοίως ἀλγοῦντι καὶ ἀσκητῇ θεοδρόμῳ, θεοδμήτῳ, θεοδιδάκτῳ ὑπὸ σοῦ γεγονότι˙ ἐνορῶντες δὲ τοῦτον καὶ Σιλουανὸν καρτερὸν ὁμοῦ ἐν Ἄθῳ, ὡς νήπια ἡμεῖς, πάντες βοῶμεν˙ θεοφόροι Πατέρες ἑλκύσατε ἡμᾶς, Φωτὶ Χριστοῦ πληροῦντες ἡμᾶς Πνεύματος καὶ δρόμοις μετανοίας ἰθύνατε ἡμᾶς ὡς στῆλαι φωτοειδεῖς καὶ παγκόσμιοι πυρσοί, ὡς νῆες ἀσφαλεῖς τηρήσατε ἡμᾶς κυμάτων καὶ κλυδώνων ᾅδου, ἵνα μεθ’ ὑμῶν σεσωσμένοι Χριστῷ ὀφθῶμεν τῷ κραταιώσαντι ὑμᾶς καὶ σύμπαντα κρατοῦντι νῦν καὶ εἰς αἰῶνας μὴ λελυμένους.
Ἦχος δ´.
Πάτερ Σωφρόνιε, παράλαβε Σιλουανὸν Ὁσιώτατον καὶ πάντας Ἁγίους ἐν τόποις διαλάμψασιν, ἐν οἷς καὶ σὺ ἐνθέως ἐδοξάσθης, Ἀθωνίτας πρῶτον πάντας, γαλατικῆς γῆς τιμιωτάτους ὁμοῦ καὶ Βρεττανίας νήσου παμπληθεῖς σὺν Ρωσίας γῆς σου μυριάδας αὐγαζούσας Ἐκκλησίαν Χριστοῦ˙ στῆτε οὖν Θεότητι Τριαδικῇ Ζωαρχικῇ, αἰτοῦντες ἡμᾶς σωθῆναι καὶ θεολόγοις γλώτταις διδάξατε ἡμᾶς Ἀγάπην, Σοφίαν, Δύναμιν Θεοῦ˙ ὥστε θεολογίας ὑμῶν ἁπτόμενοι, πολιτείᾳ ὑμῶν στοιχήσωμεν καὶ μετανοίας χάριτος ἀξιωθείημεν ὡς τέκνα εὐγνώμονα πολυπαθούντων ὑμῶν Πατέρων˙ Ὧν πάνσοφε Σωφρόνιε μέσον ἕστηκας, παιδαγωγῶν ἡμᾶς καὶ διορθῶν μελισταγέσι σου λόγοις καὶ γραφαῖς, βίβλοις σου φωτειναῖς παγκοσμίῳ σου σοφίᾳ καὶ χρηστότητι Χριστοειδεῖ˙ ἀλλ’ εὔχου Σωτῆρι ὑπομένειν ἡμᾶς τοὺς καύσωνας ἡμέρας, παγετοὺς δὲ τῆς νυκτὸς καὶ οἰκονομικῆς Θεοῦ ἐγκαταλείψεως παιδείαν, ἵνα σεσωσμένοι συνοικήσωμεν πολλοὶ σὺν σοὶ ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Ἦχος βαρύς.
Ἐγγιζούσης κρίσεως ἐσχάτης Χριστοῦ Σωφρόνιε καὶ Παρουσίας Δευτέρας Αὐτοῦ, ἑτοίμαζε ἡμᾶς εὐχαῖς σου γρηγοροῦντας, νήφοντας, μεταγνόντας καὶ αἴροντας ἐλαφρὸν φορτίον τῶν δικαιωμάτων Θεοῦ, ἅπερ πάσης ἀδικίας χωρίζουσιν ἡμᾶς˙ ὥσπερ σὺ ἀφανῶς ἔζης καὶ ἐπόνεις φερεπόνως, παρῴθει ἡμᾶς μιμεῖσθαί σε ἀσκήσει, καὶ μὴ ἐκακκεῖν ἐν προσευχαῖς καὶ δὸς ἡμῖν γευθῆναι Πνεύματι ὅτι χρηστὸς ὁ Κύριος˙ Οὗπερ στέρησιν φοβεῖσθαι ἐντύπωσον ἡμῖν καὶ αἴτει Αὐτῷ σωθῆναι ἡμᾶς.
Δόξα... Ἦχος πλ.α´.
Χριστοῦ ἐργάτα καὶ θεράπον Σωφρόνιε ἀγαθὲ ἄντλησον ἡμῖν ἐκ φρεάτων Θεοῦ Σοφίας νάματα καταψύχοντα τοὺς διψῶντας θεογνωσίας ὁδοὺς καὶ ἀγῶνας καὶ μὴ μεριμνᾶν βοήθει ἡμῖν πῶς, ἤ τί φάγωμεν καὶ περιβαλλώμεθα˙ ἀλλ’ ἔχειν ψυχῆς ἔνδον λόγους πατρὸς σου Ἁγίου Σιλουανοῦ, ὡς ἐν ᾅδῃ τιμωρίας καὶ φλογῶν καταμέμφεσθαι ἑαυτοὺς, διψᾶν δὲ καὶ πεινᾶν δικαιοσύνην ἐλέους Θεοῦ, ἀγαπᾶν τελείως καὶ ὑπὲρ πάντων εὔχεσθαι, κἂν ἐχθρῶν ὄντων καὶ ἡμᾶς ἐπηρεαζόντων κακῶς˙ δίδαξον ἡμᾶς ὁρᾶν ἀκτίστου θείου Φωτὸς κάλλος ἀεὶ καὶ μὴ κάμνειν, μηδὲ δειλιᾶν ἐν πόνοις καὶ πειρασμοῖς, ἀλλὰ βίβλοις σου τρυφᾶν σὺν Γραφαῖς θεοπνεύστοις Ἁγίων ἑνοποιούσαις ἡμᾶς ἐν Ἐκκλησίᾳ Χριστοῦ καὶ χωριζούσαις ἡμᾶς δαιμόνων βασανιστῶν˙ ἐξ ὧν ρύου ἡμᾶς εὐχαῖς σου Χριστῷ, καὶ Σιλουανοῦ πατρὸς σου ταπεινώσει κράτυνον ἡμᾶς, τῇ δὲ φιλοσοφίᾳ σου κραταίωσον ἡμᾶς, ὥστε πατεῖν δαιμόνων κεφαλὰς καὶ κόπτειν δεσμὰ ἁμαρτιῶν, ἵνα ἐλευθερίᾳ Χριστοῦ καὶ Πνεύματος ζήσωμεν εἰς αἰῶνας ξύμπαντας.
Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.
Σκέπεις Θεοχαρίτωτε Μητροπάρθενε Μαριὰμ Ὄρος σου Ἄθω καὶ ἁγιάζεις τέκνα σου εὐγνώμονα παντί˙ σκέπεις οἰκουμένην πᾶσαν ἔνθα ποίμνη τοῦ Υἱοῦ σου κἂν μικρή, ἔχει σε καταφυγή˙ σκέπε καὶ ἡμᾶς γεραίροντάς σε συνεχῶς καὶ αἰτουμένους σου εὐχὰς καὶ δακρυρρόως μεταγνόντας σοι Μητρί˙ ἔχε θαυμαστοὺς συνευχέτας σοι Υἱῷ σου καὶ Θεῷ ὑπὲρ ἡμῶν, Σιλουανὸν καρτερὸν καὶ Σωφρόνιον φιλοσοφίᾳ ἀληθεῖ καὶ θεολογίᾳ Φωτὸς ἀρρήτου ὑπακούοντα σοι ἐντελῶς˙ ὅθεν μὴ ἀπώσῃ ἡμᾶς ἐσχάτους καὶ σῷζε ὡς νήπια κλαυθμῷ σοι ὁλοψύχως δεόμενα καὶ πεποιθότα σοι στερρῶς, ἀνοίγουσα ἡμῖν μετανοίας θύρας καὶ πύλας Βασιλείας τῆς ἀτελευτήτου.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ
Προσόμοια. Ἦχος πλ.α´. Χαίροις ἀσκητικῶν.
Χαίροις τῆς σωφροσύνης κανών, καθολικῆς καὶ φερωνύμως Σωφρόνιε, ἀφρόνων τὴν ἀφροσύνην, παντοειδῶς καταργῶν, ἐν Φωτὶ ἀκτίστῳ Θείου Πνεύματος, Χριστοῦ Εὐαγγέλια, δωρεὰν πλήρη Χάριτος, πᾶσι κηρύττων διὰ ἔργων καὶ λόγων σου, τελειούμενος, ἐν πολλαῖς ἀσθενείαις σου. Φῶς Μοναχοῖς ἐξήστραψας, δεικνύων ἀπέραντον, τοῦ Παραδείσου τὴν χώραν, καὶ ἀρχιφώτου Θεότητος, τὸ ἄφθαστον κάλλος, ᾟ καὶ εὔχου ἐλεῆσαι, ἡμᾶς τιμῶντας σε.
Στίχος: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις ὦ ἀγαθὲ ὁδηγέ, πρὸς Βασιλείας, αἰωνίου τὸν θρίαμβον Σωφρόνιε τοῦ Σωτῆρος, σὺν τοῖς πολλοῖς ἐκλεκτοῖς, τῶν Ἁγίων Πάντων ὧν ἐζήλωσας, κλαυθμὸν καὶ μετάνοιαν, ἐργασίαν πολύτροπον, κακοπαθείας, ἀεννάους καὶ κάματον, ἀδιάλειπτον, ἐν Μοναῖς καὶ μονώσεσι, τέλος δὲ τὴν ἐνοίκησιν, Χριστοῦ καὶ τοῦ Πνεύματος, σὺν προσευχαῖς συνεχέσι, τῇ κραταιᾷ Θείᾳ Χάριτι˙ Ἣν εὔχου δοθῆναι, καὶ ἡμῖν τοῖς ἐπαιτοῦσι, τὸ θεῖον ἔλεος.
Στίχος: Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρὸς ἐπίστανται χάριτας.
Χαίροις Ἀθωνικὴ χρυσαυγή, καὶ παγκοσμίου Ἐκκλησίας ὁ πάμφωτος, θεόπεμπτος λύχνος φαίνων, Ἀνατολῇ καὶ Βορρᾷ, καὶ τῷ Νότῳ Δύσει Θείῳ Πνεύματι, ἐν Ἄθῳ κατήρτισαι, ἐν Εὐρώπῃ ἐξέλαμψας, καὶ τῷ Σωτῆρι, μαθητεύων συνήνωσας, τὴν πολύεθνον, Ἐκκλησίαν Σωφρόνιε, δείξας σημεῖον σύνδεσμον ,ψυχῶν καθαρότητα, καὶ προσευχὴν κυκλουμένην, ἔνδον καρδίας τῷ Πνεύματι, σαρκὸς δὲ τοὺς κόπους˙ ἀλλὰ δέου τοῦ Σωτῆρος, ἡμᾶς σωθήσεσθαι.
Δόξα... Ἦχος πλ.δ´.
Ὅτε κέκληκέ σε Χριστὸς Σωφρόνιε, ἀκολουθεῖν Αὐτῷ νηπίῳ σε ὄντι καὶ Φῶς ἀπαστράπτον Θεότητος δεικνύοντί σοι, πάντες ἠγνόουν σε˙ ἀλλ’ ἐν γῇ ρωσικῇ, θελήσει σου καλῇ, ὑπείκων κλήσει προσέτρεχες Θεῷ˙ καὶ πρὸς ὀλίγον συμποδισθείς, ἀνέστης καὶ τέχναις ζωγράφων ἐθέλχθῃς ἕως οὗ Σταυρὸν ὁρῶν Σωτῆρος καὶ ἔγερσιν, πένθους ἐχόμενος, ἀσκήσει συνεχόμενος, Ἄθω τερπόμενος, δάκρυσι νηχόμενος, δαίμοσι προσπαλαίων ὤφθης Θεοῦ οἶκος, κρημνίζων δαιμόνων οἴκους Σοφίᾳ θεϊκῇ˙ Ποίων γὰρ Ὁσίων ζωὴν οὐκ ἐμιμήθης καὶ ποιμένων Χριστοῦ ἐπιστημόνων ὡσαύτως; ἀφήρπαζες ψυχὰς ἐκ δαιμόνων, ὁ πρώην ὑπ’ αὐτῶν μικρὸν συγκλεισθείς˙ὑμνοῦμέν σε ἐν πάσῃ γῇ βρεττανικῇ, δαιμόνων καταγελῶντα καὶ Χριστῷ προσάγοντα σεσωσμένων τὸν ἐσμόν˙ ὡς δὲ τέκνον Σιλουανοῦ μάκαρος συνεύχεσθε Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.
Ἀνύμφευτε Παρθένε,ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τὸ τρισάγιον κλπ.
Ἀπολυτίκια
Ἦχος α´. Τοὺς τρεῖς Μεγίστους Φωστῆρας.
Φιλοσοφίᾳ ἁγίᾳ τῆς Ἐκκλησίας Σωφρόνιε, καὶ τῇ πολιτείᾳ Σωτῆρος, Ἁγίων Πάντων συνείχεσο˙ ἀνατολῶν ἐμβιβασθεὶς πρὸς τὴν Δύσιν, θείᾳ νεύσει δίδως, Μοναχισμοῦ χρηστότητα θεοΰφαντον˙ ταῖς λάμψεσιν ἀστράπτων Θείου Παρακλήτου διέλυσας, ψηλαφητὸν σκότος ᾅδου, παντὶ ἐν κόσμῳ εὐχόμενος˙ νοῦν κεκρατηκὼς ἐν τῷ ᾅδῃ φαιδρῶς, καὶ Χριστοῦ ἀλήκτως ἐχόμενος, πατρὶ Σιλουανῷ σου, ὁμοῦ ἡμᾶς σωθῆναι εὔχεσθε.
Ἕτερον˙ Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἄθω ἡγίασαι, μάκαρ Σωφρόνιε, γῇ ἀσιάτιδι, Φῶς καὶ ἐξέχεας, καὶ τὴν Εὐρώπην πολλαχῶς, λαμπρύνεις καὶ μεγαλύνεις˙ σὺν μικρῷ ποιμνίῳ σου, πάντας λύκους ἐπάταξας, Σέλας τὸ Τρισήλιον, τοῦ Θεοῦ πᾶσιν ἔφανας, καὶ δὸς τῆς μετανοίας τοὺς θρήνους, ἡμῖν Χριστῷ ἀνάγων τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἄλλο˙
Ἦχος πλ.α´. Τὸν Συνάναρχον Λόγον.
Καρτερώτατε πάτερ σοφὲ Σωφρόνιε, τῶν φιλοσόφων τὸ φάος καὶ θεολόγων κρηπίς, Μοναχῶν ὑφηγητὰ καὶ τῆς ἀσκήσεως˙ ἀλλοτριοῖς γὰρ σκοτασμῶν, δαιμονίων καὶ Χριστῷ εὐκόλως ἡμᾶς προσάγεις˙ ᾯ εὔχου ἡμᾶς στοιχεῖν σοι, Σιλουανῷ ὁμοῦ σου γέροντι.
Καὶ νῦν... Θεοτοκίον ὅμοιον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος˙ χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ˙ χαῖρε ἀχείμαστε λιμήν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Ἑξάψαλμος. Θεὸς Κύριος κλπ. ὡς εἰς τὸν Ἑσπερινόν· Κατόπιν τὰ Καθίσματα τοῦ Ψαλτηρίου.
Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Σωφρόνιε λαμπάς, τοῦ Χριστοῦ ἐν Ἑώᾳ, καὶ Δύσει χαρωπὴ καὶ φωταύγεια Ἄθω, Μονῇ Παντελεήμονος, ἀθλοφόρου ἡγίασαι, καὶ ἀπόκρημνα, ἐρημητήρια ἔχεις, ὡς δακρύων σου, τῶν πενθηρῶν ἀποδείξεις· ἡμᾶς δ’ εὔχου σώζεσθαι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.
Μητρόθεε κρατεῖς, Σωφρονίου λαμπάδα, ἀγλάϊσμα Φωτός, δίδως τούτῳ εὐκόλως, καὶ τοῦτον παμφαέστατον, Δύσει ἄγεις μονάζοντα, σὺν τῷ γέροντι, Σιλουανῷ σου τεκνίοις, Ἄθω Ὄρους σου, ἡμᾶς Παρθένε δὲ ἄγε, Υἱῷ σου ὡς παῖδάς σου.
Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐζωγράφεις τεχνικῶς, ἀλλ’ ἐνεπνεύσθης θεϊκῶς, ἠλλοτρίωσαι σαφῶς, ἐκ τῶν ματαίων κοσμικῶν, καὶ δαιμονίων ἀπάτης τῆς φερομένης, Ἀσίας Ἰνδιῶν, καὶ διεχώρισας, τὸ Φῶς Χριστοῦ ὁρῶν, ἐκτρίβων κλέπτοντας, πολλοὺς καὶ πλάνους δολίους, Χριστοῦ τῷ πόθῳ ἐχόμενος· ᾯ εὔχου σώζειν ἡμᾶς ἐσχάτους, ὦ Σωφρόνιε ἄριστε.
Δόξα... Kαὶ νῦν... Θεοτοκίον ὅμοιον.
Ὦ Παντάνασσα ἡμᾶς, κύκλου δυνάμει σοῦ Υἱοῦ, καὶ ὀδύνας τοῦ Σταυροῦ, ἡμῖν μιμνήσκεσθαι συχνῶς, τάχει βοήθει καὶ Πάθη τὰ σωτήρια, ἀεὶ δ’ ἐκμελετᾶν, ὥσπερ Σωφρόνιος, ὁμοῦ Σιλουανός, καὶ καταμέμφεσθαι, μόνης ραθύμου γνώμης τῆς ἔνδον, ἐξ ἑαυτῶν προϊούσης τε· ἀλλ΄ ἔρχου σῷζε καὶ μὴ ἐάσῃς, καὶ ἡμᾶς κολασθῆναι.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μετενόεις φερέπονε ἀληθῶς, ἐλειτούργεις ἀξίως καὶ συνεχῶς, Σωφρόνιε Ἄθωνι, ἱερεῦ τελειότατε, δαιμόνων πάντα λύων, σαθρὰ μηχανήματα, καὶ τὰς νηστείας ἔχων, ὡς ἔδεσμα ἥδιστον, καὶ τὰς ἀγρυπνίας, ἐν συνθήκαις ἀγρίαις, κρατῶν νοῦν εἰς τάρταρα, τὰ τοῦ ᾅδου ἐχόμενος, τοῦ Χριστοῦ καὶ δεόμενος· ὅθεν καὶ ποιμένα καλόν, σὲ δεικνύει πάντας προστατεύοντα, Θεὸς ᾯ εὔχου σωθῆναι, τοὺς πιστῶς τιμῶντάς σε.
Δόξα... Kαὶ νῦν... Θεοτοκίον ὅμοιον.
Ὡς θεράπων Υἱοῦ σου ὑπηρετεῖ, Ἐκκλησίαν Ἁγίων πανευλαβῶς, ὁ μύστης σου Δέσποινα καὶ σοφίας ἀνάπλεως, ἐν γαλλικῇ τῇ χώρᾳ διδάσκων ἐν Πνεύματι, βρεττανικῇ δὲ νήσῳ, δομήσας σκηνώματα, τὰ τῶν Μοναζόντων καθαρᾷ διανοίᾳ, πυρίπνους εὐχόμενος, λειτουργῶν καὶ κρατούμενος, θεωρίᾳ τοῦ Πνεύματος, μένων τῷ ἀκτίστῳ Φωτί, καὶ πληθύνων ποίμνια Ὀρθόδοξα, μεθ’ οὗ εὔχου Παρθένε, ἡμᾶς διασῴζεσθαι.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου...
Προκείμενον· Tὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. (δίς)
Στίχος· Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Καὶ πάλιν· Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Πᾶσα πνοή... Εὐαγγέλιον Ὁσιακόν, ὁ Ν΄ Ψαλμός
Δόξα...
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος· Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον· Ἦχος πλ. β΄.
Φῶς ἄκτιστον, Ἐνέργειαν καὶ Δόξαν καὶ Ἔλλαμψιν Θεοῦ ἔδειξας Σωφρόνιε, ὥσπερ πολλοὶ τῶν Ἁγίων, ὧν πολίτευμα ἔσχηκας καὶ ἀπόλιδας Μοναχοὺς ἐμόρφωσας δωρεὰν καὶ πᾶσι λαοῖς θύρας μετανοίας εὐκόλους ἠνέῳξας, ἐξάγων πολλοὺς φυλακῶν σκοτεινῶν δαιμονίων παθῶν καὶ πικρῶν ἀνομιῶν· ἔρχου ἡμῖν πάτερ μετὰ Σιλουανοῦ πατρός σου θαυμαστοῦ καὶ μετὰ Ἁγίων πολλῶν Ἀνατολῶν καὶ Δυσμῶν νουθετῶν ἡμᾶς πενθεῖν, κακοπαθεῖν καὶ πάσχειν ὑπὲρ Χριστοῦ καὶ δαίμονας ἐκτρίβειν πολλαχῶς καὶ μὴ δειλιᾶν Χριστῷ συσταυροῦσθαι καὶ Ἀναστάσεως Χάριν προσδοκᾶν, Χριστῷ ἡμᾶς συνεχομένους καὶ Ἁγίοις Πᾶσι φιλιουμένους, μεθ’ ὧν εὔχου ᾅδου λυτρωθῆναι καὶ πολίτας οὐρανῶν γενηθῆναι ἡμᾶς εἰς τοὺς αἰῶνας.
Εἶτα οἱ Κανόνες:
α΄) Τῆς Θεοτόκου, εἴτε τοῦ Ἀκαθίστου ὕμνου, Σαββάτου ε΄ Κυριακῆς τῶν Νηστειῶν, εἴτε τῆς Παρακλητικῆς τοῦ δ΄ ἤχου, εἴτε τῶν Θεοτοκαρίων δ΄ ἤχου, εἴτε τοῦ Ἁγίου Νικοδήμου, ὅνπερ ἐποίησεν εἰς τὴν ἀκολουθίαν Ὁσίου Συμεών τοῦ Νέου Θεολόγου.
β΄) Ὁ προτιθέμενος ἐφεξῆς τοῦ Ὁσίου γέροντος Σωφρονίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός.
»Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Τροπάρια
Τριὰς Πανακήρατε, μόνη Θεότης ἀξίωσον, ἡμᾶς τὸν Σωφρόνιον, ὕμνοις τιμήσασθαι, ὥσπερ γνήσιον, εὐγνώμονά σου δοῦλον, ἡμῶν δὲ ἐκφάντορα, τῶν μυστηρίων σου.
Σωφρόνιε πέφυκας, ἐν ρωσικῇ χώρᾳ δόκιμος, Χριστῷ στοιχειούμενος, καὶ ὁδηγούμενος, φόβῳ ἄνωθεν, εἰς θείαν Βασιλείαν, ἥν εὔχου δωρήσασθαι, Κύριος τέκνοις σου.
Εὐλάβειαν ἔφθασας, καὶ τὴν ἁγνότητα πρώτιστε, εὐχόμενος πάντοτε, ὅμως προσέκοψας, ἀσιάτιδι, παγίδι ὀκνηρίας, Σωφρόνιε λύτρωσαι, ταύτης τὴν ποίμνην σου.
Θεὸς σε ἐφώτισε, καὶ ἐκ βοθύνων ἀνήγαγε, καὶ Φῶς χαροπάροχον, εἶδες Σωφρόνιε, τοῦ Σωτῆρος σου, ἑλκύον μετανοίᾳ· ἀλλ’ εὔχου τοῦ πένθους σου, ἔχεσθαι τέκνα σου.
Θεοτοκίον
Ἐσχάτους ἡγίασε, πολυαρίθμους καὶ ἔσωσεν, Υἱός σου Πανύμνητε, καὶ Ἀειπάρθενε, ὅμως λάβε νῦν, Σωφρόνιον ἱκέτην, δακρύων τὸν ἔμπλεων, πρέσβυν τῶν δούλων σου.
ᾨδὴ γ΄. Ὁ Εἱρμός.
»Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Τροπάρια
Φυγὼν ὦ Σωφρόνιε ταχέως, τῶν βρόχων σατὰν τοῦ δολεροῦ, τῆς πλάνης κατεγέλασας, Ἀλήθειαν κεκράτηκας, Χριστὸν Ζωὴν καὶ Δύναμιν, ἐν ᾯ ἡμῶν πάντων μέμνησο.
Τὰς τέχνας φιλῶν καὶ παραστάσεις, σχεδίων ὁρῶν ἐπιμελῶς, ζωγράφων τύπους ἔσχηκας, ἀλλ’ ὅμως πάλιν ἔφυγες, Χριστοῦ μολών τοῖς ἴχνεσιν, ἅπερ ἡμῖν νῦν ἐγχάραττε.
Φωτὶ θειωτάτῳ κατελλάμφθης, ὡς μύστης Σωτῆρος καὶ ποθῶν, Αὐτοῦ θεῖα σκηνώματα, τῷ Ἄθῳ προσεπέλασας, καὶ τῇ Μονῇ τοῦ μάρτυρος, Παντελεήμονος πέπηγας.
Ὑπήκοος ὤφθης τῷ Σωτῆρι, ἐντὸς συνοδίας Μοναχῶν, καὶ ἔσχατος γεγένησαι, σκληρῶς δὲ προσεπάλαισας, καταβαλεῖν τοὺς δαίμονας, καὶ πονηρά τούτων ἔνεδρα.
Θεοτοκίον
Ηὐλόγεις ἀπείρως Θεομῆτορ, Σωφρόνιον μέσον Μοναχῶν, πολλῶν καὶ σὺν τῷ γέροντι, σεπτῷ αὐτοῦ ὡς τέκνα σου, Σιλουανῷ ἀλλ’ ἔπιδε, ἡμῖν ἀθλίοις Πανάμωμε.
Κάθισμα, Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Πειρασμῶν τῶν ἀγρίων τὰς προσβολάς, ὑπομένων Σωφρόνιε καρτερῶς, δαιμόνων τὰ πλήγματα, ταῖς νυξὶ καθυπέμεινας, καὶ ἐν ἡμέραις κόπους, οὕς ἔτλης φερέπονε, ἐργασιῶν ποικίλων Μονῆς τίς ἂν ἔγνωκεν; ὅθεν ἀναβάσεις Θείῳ Πνεύματι ἔσχες, καρδίᾳ καὶ οἴκησιν, τοῦ Θεοῦ τὴν παμπόθητον, ἐν ψυχῇ σου ἀλλ’ αἴτησαι· πάντας Μοναχοὺς συστοιχεῖν, καὶ ἐν κόσμῳ πάντας τοῖς ἀγῶσί σου, καὶ μετὰ πόθου προστρέχειν, Χριστῷ διασώζοντι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.
Συγγραμμάτων αἱ βίβλοι ὦ Μαριάμ, Θεομῆτορ ὑπάρχουσι πολλαπλαῖ, καλοῦ Σωφρονίου σου, καὶ εὐγνώμονος δούλου σου, Σιλουανῷ στοιχοῦντι, καὶ σοὶ Ἀπειρόγαμε, καὶ δαιμονίων κλῶντι, γαυρίαμα πάντοθεν· ὅθεν τοὺς ἐν Ἄθῳ Μοναχούς καὶ παντοίους, ἐν κόσμῳ στοιχήσαντας, τούτοις σῷζε Πανάμωμε, καὶ σὲ πόθῳ γεραίροντας, ἵνα τὸν Σταυρὸν τοῦ Υἱοῦ, καὶ Θεοῦ σου αἴρωμεν προσμένοντες, Ἀναστάσεως δόξαν, Αὐτοῦ ἀκατάλυτον.
ᾨδὴ δ΄. Ὁ Εἱρμός.
»Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Τροπάρια
Χρόνους πλείστους Κοινοβίῳ, ἐκαρτέρεις Σωφρόνιε, καὶ πρὸς ἐρημίας, πάντοτε ὑπείκων ἐχώρησας, πολεμιστὰ δαιμονίων βράχοις Ἄθωνος, καὶ τῆς νήψεως, μύστα Χριστῷ Ὁσιώτατε.
Βραχοὺς εἴασας θαλάσσῃ, παραλίους Σωφρόνιε, εὗρες νέον τόπον, ἐρημητηρίου καὶ σπήλαιον, ἔγγιστα ἄλλης Μονῆς Παύλου ἀδάμαντος, μεθ’ οὗ πρέσβευε, πένθος Χριστῷ δοῦναι τέκνοις σου.
Κλῆσις θεία καὶ ἀνθρώπων, εὐλαβῶν σοι ἐγένετο, τῇ ἱερωσύνῃ, καὶ πνευματικῇ τῇ πατρότητι· πάλιν δ’ ὑπείκεις σωφρόνως ὦ Σωφρόνιε, καὶ ἐν Ἄθωνι, πλείστους ὡδήγεις ἐν Πνεύματι.
Τὰ Κοινόβια τοῦ Ἄθω, εὐγνωμόνως Σωφρόνιε, σὲ Χριστοῦ τὸν μύστην, ἔσχον καὶ διδάσκαλον Πνεύματι, ποδηγετοῦντα πολλοὺς πρὸς Παράδεισον, εἰρηνεύοντα, χαριτοβρύτως τὰ πνεύματα.
Θεοτοκίον
Κλῆρον ἔσχες Παναγία, Θεονύμφευτε Ὄρος σου, Ἄθω ἀλλὰ πάντας, τοὺς πειραζομένους διάσῳζε, προσοχθισμάτων κακίας ἀπογνώσεως· δράμε Δέσποινα, ἕλκε ἡμᾶς ᾅδου κράζομεν.
ᾨδὴ ε΄. Ὁ Εἱρμός.
»Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Τροπάρια
Καὶ πάλιν σε κέκληκε, Χριστὸς ὥσπερ ὑπήκοον, μάκαρ ὦ Σωφρόνιε ποιμαίνειν, πρόβατα τούτου Εὐρώπῃ μένοντα, γῇ γαλατικῇ καὶ τῷ λιμῷ, Πνεύματος τηκόμενα, ἅπερ ἔθρεψας λόγοις σου.
Εὐρώπῃ διέλαμπον, τῷ πάλαι πλεῖστοι Ἅγιοι, οὕς καὶ παρεκίνεις τοῦ μιμεῖσθαι, τέκνα σου πάντα, πιστὰ Σωφρόνιε, ἅμα σὺν Ὁσίᾳ θαυμαστῇ, κλήσει Γενεβιέβῃ τε, ἧς καὶ μνήμην τετίμηκας.
Φωτὸς θείου ἔμπλεως, διέβης καὶ τὴν θάλατταν, καὶ ἀπεβιβάσθης Βρεττανίᾳ, μένων ἀπαύστως πτωχὸς τῷ πνεύματι, πένθους χαρωποῦ καὶ προσευχῶν, οἶκος τιμαλφέστατος, καὶ ξενίζεις τοὺς πάσχοντας.
Ὡς ἥλιος ηὔγασας, τὴν νῆσον καὶ κατηύφρανας, δήμους Βρεττανίας Ὀρθοδόξοις, λόγοις καὶ ἔργοις σοφὲ Σωφρόνιε, μνήμην ἐγκαινίζων παλαιῶν, ἐπιλελησμένων τε, τῶν Ἁγίων τῆς Δύσεως.
Θεοτοκίον
Προείρηκε Δέσποινα, Υἱός σου καὶ Θεάνθρωπος, τί ἐρεῖτε Κύριε ματαίως; καὶ οὐ ποιεῖτε, ἅπερ ἐντέλλομαι· ὅμως κἂν ἐν τέλει καὶ ἡμᾶς, σῶσον Παναμώμητε, μετανοίᾳ καὶ δάκρυσιν.
ᾨδὴ ϛ΄. Ὁ Εἱρμός.
»Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Τροπάρια
Μονὴν ἐγείρεις Σωφρόνιε, ἐν γῇ βρεττανικῇ καὶ σκηνώματα, θεῖα Ὀρθόδοξα, ὅμως τὴν πίστιν σου ἔδειξας, ἐκ τῶν σεπτῶν σου ἔργων, Χριστομιμήτων σου.
Συνάγεις ποίμνην Ὀρθόδοξον, στοιχεῖς ταῖς παραδόσεσιν Ἄθωνος, Θείῳ ἐν Πνεύματι, ζῶν κἂν ἐν μέσῳ αἱρέσεων, πολυπληθῶν ἀνθρώπων, καὶ περιστάσεων.
Ὡς λύχνος τέθεισαι ἄνωθεν, λυχνίᾳ Ὀρθοδόξῳ Σωφρόνιε, πόλις δ’ ἐπ’ ὄρους τε οὐκ ἀπεκρύβης φωτίζοντος, σὲ τοῦ Χριστοῦ ἀλείπτως, ὡς μύστην τέλειον.
Πτωχείᾳ πάσῃ κεκόσμηται, Μονή σου τοῦ Προδρόμου Σωφρόνιε, οὗ καὶ ἐφείπεσο, ὅμως πλουτῶν Θείῳ Πνεύματι, προαιρουμένους πάντας πλουτίζεις Χάριτι.
Θεοτοκίον
Σταυρῷ Υἱοῦ σου παρέστηκας, Μητρόθεε θρηνοῦσα ὠλόλυζες, βλέπουσα ἄδικον, τούτου σφαγὴν καὶ ἑκούσιον, ἀλλὰ ἡμᾶς τῷ πένθει σῶσον καὶ θλίψεσιν.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Θεολόγος πέφηνας, θείου Φωτὸς καὶ ἀκτίστου, πλήρης ὤν τῆς Χάριτος, ἄνωθεν Πνεύματος μόνου, πρέσβευε, φιλοσοφίας σου ἐχομένους, τρόποις δέ, Χριστομιμήτοις σου ἑπομένους· ὦ Σωφρόνιε σωθῆναι, ἐλέει πάντως, τοῦ Παντοκράτορος.
Ὁ Οἶκος.
Τὶς ἐκδιηγήσεται Σωφρονίου ἄθλους τοῦ ἐσχάτως διαλάμψαντος Πνεύματι, καὶ βιώσαντος Χάριτι Παύλου Ἀποστόλου ρήματα· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, εἴπερ τὸ ζῆν Χριστῷ μόνῳ, ἔστι ζωὴ καὶ τὸ ἀποθανεῖν κέρδος, καὶ ἡμῖν ἐχαρίσθη πάσχειν ὑπὲρ Χριστοῦ· οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν· διὸ τιμᾶν Σωφρόνιον χρέος καὶ ὄφλημα Χριστιανῶν ἐστίν, ὁπηνίκα βίον τούτου πᾶς ὁρᾷ, βίβλους τούτου πᾶς οἶδε, λόγους ἤκουσε τούτου Ὀρθόδοξος πληθὺς Ἑώας καὶ Δυσμῶν, Νότου καὶ Βορρᾶ, Ἄθω καὶ ἐσμὸς ἐθνῶν ἁπάντων καὶ λαῶν· μετανοίας κῆρυξ γέγονε, ζωγράφων ἑλκυστὴρ πρὸς θείαν βιοτήν, Μοναχῶν φωταγωγός, ἱερέων καὶ ποιμένων ὁδηγός, φιλοσόφων θεολόγων ἑνοποιὸς πρὸς Χριστοῦ Σοφίαν καὶ Βασιλείαν· τῆς δὲ ταπεινώσεως Σωτῆρος ἄκρας κενωτικῆς μέχρις ᾅδου ἦν μιμητής, ὁμοῦ Σιλουανῷ αὐτοῦ γυμναστῇ καὶ Ἄθω Ὁσίοις, Εὐρώπης πάλαι Ἁγίοις καὶ ρωσικῆς γῆς πολλοῖς καταργοῦσιν Ἀσίας σκότη καὶ ἄγουσι Σιὼν Ἄνω ἀσφαλῶς· πρὸς οὕς πάντες εἴπωμεν· Σωφρόνιε πάτερ πρέσβευε σὺν τοῖς Ἁγίοις πᾶσιν, ἡμᾶς σωθῆναι, ἐλέει πάντως τοῦ Παντοκράτορος.
Συναξάριον.
Τῇ 11ῃ τοῦ μηνὸς Ἰουλίου, μνήμην ἑορτάζομεν καὶ ἐπιτελοῦμεν τοῦ Ὁσίου Γέροντος Σωφρονίου (Σαχάρωφ) ἐκ Ρωσίας, ἐν Ἄθῳ διαλάμψαντος καὶ ἐν Εὐρώπῃ, γαλλικῇ γῇ, βρεττανικῇ νήσῳ τέλος, ἔνθα καὶ Μονὴν Τιμίου Προδρόμου ἐδομήσατο, καὶ ἕως ἡμῶν, ἐν χρόνοις ἐσχάτοις ὑπάρχουσαν, Ὀρθοδοξίας ἐχομένης ἐν παντί. 1896-1993.
Στίχοι.
Σωφρόνιε μάκαρ Φωτὶ τῷ Ἀπλέτῳ·
ζῶν τοῦ Σωτῆρος ἡμᾶς ζώωσον πάντας.
Πνεύματι Θείῳ εὐχαῖς σου μετανοίας,
ὁδοὺς δίδαξον τοὺς ἀεί σε τιμῶντας·
δὸς δὲ πτωχείᾳ πνεύματος ἕπεσθαί σοι·
ἀκολουθεῖν σοι ἅμα ὡς ἠκολούθεις·
Χριστῷ ἁγίοις καὶ μόνῃ Θεοτόκῳ,
πρὸς Παραδείσου πατρίδα Σιὼν Ἄνω·
κατάργει πάσας δ’ ἀναστροφὰς ματαίας,
ἡμᾶς στοιχειῶν φόβῳ θείας Σοφίας
καὶ δὸς φιλοσοφεῖν, ἀγαπᾶν Σωτῆρα,
ὡς ἐνετείλατο ἡμῖν Εὐεργέτης·
Οὗτος ὁ Ὤν καὶ Ἦν καὶ ὁ Ἐρχόμενος·
Ἄχρονος, Προαιώνιος, Ἀπέραντος,
Ἀκατάληπτος, Οὗ γνώρισμα Οὐσίας,
τὸ ὑπὲρ παντὸς κεῖσθαι τοῦ γνωρίσματος
κτίσει Αὐτοῦ, ἐκ μὴ ὄντων παραχθείσῃ,
Αὐτοῦ τῇ Δυνάμει Ἀπείρῳ καὶ Οὔσῃ.
Καὶ τὰ ἐπίλοιπα τοῦ Συναξαριστοῦ.
ᾨδὴ ζ΄. Ὁ Εἱρμός.
»Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τροπάρια
Σωφρονέστατε, Σωφρόνιε ὑπήνεγκας, τὰς ἀσθενείας σου, πολυπληθεῖς καὶ πικράς, καὶ ἔχαιρες πάντοτε, τῇ προσδοκίᾳ σου, προσευχόμενος, Χριστῷ ἀλήκτως δοῦναι σοι, σὺν Ἁγίοις Βασιλείαν.
Κατεπάλαισας, βελίαρ σὺν τοῖς δαίμοσι, καὶ κατεγέλασας, μωρῶν στιφῶν δυστυχῶν, προστρέχων ἑκάστοτε Πνεύματος Χάριτι, προσευχόμενος, ἀδιαλείπτως Ὅσιε, ὑπὲρ πάντων τοῦ σωθῆναι.
Ὑπερήφανα, Ἀσίας τὰ θρησκεύματα, καὶ προσοχθίσματα, καὶ βδελυρὰ ἀπῳθεῖς, ἀρνούμενα πάντοθεν, Κύριον Ἅγιον, Τρισυπόστατον, Ζωαρχικὸν συνέχοντα, τῇ δρακὶ τὴν κτίσιν πᾶσαν.
Ἐξουδένωσας, ὑπόκρισιν θρησκεύματος, τοῦ διαλύοντος τὰς σωτηρίους ὁδούς, Χριστοῦ ταπεινώσως, ᾯ καὶ προσκόπτουσιν, ἀφρονέστατοι, ἀδυναμίᾳ χρώμενοι, τῶν δαιμόνων καὶ ἀνοίᾳ.
Θεοτοκίον
Θεονύμφευτε, Υἱός σου ἐνετείλατο, τῆς ταπεινώσεως, ἡμᾶς ὁδεύειν ὁδοῖς, ἐχθροὺς ἀγαπήσασθαι, καὶ τοῦ ἀπέχεσθαι, ἀσελγείας τε, ἀλλὰ ἡμᾶς ὁδήγησον, ἀτραποῖς σου θεαρέστοις.
ᾨδὴ η΄. Ὁ Εἱρμός.
»Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τροπάρια
Μείζονα ἀγάπην τοῦ Σωτῆρος, οὐδεὶς τῶν ἀνθρώπων ἐναπέδειξεν, ὥσπερ διεκήρυξας, πᾶσι καὶ ἐβίωσας αὐταπαρνήσει ἕτοιμος, παθεῖν κακώσασθαι, τῷ σώματι, καὶ ἔνδοθεν κλαίειν, καὶ ὑπὲρ ἁπάντων, προσεύχεσθαι σωθῆναι.
Κάθοδον τοῦ νοῦ αὐτομεμψίᾳ, τῷ ᾅδῃ καὶ τῇ ἐλπίδι τοῦ Παντάνακτος, ἔσχες ἔργον ἄριστον, τοῦτο δὲ παρέδωκας, Σιλουανοῦ ἐχόμενος, πατρός σου πάντοτε, Σωφρόνιε, καὶ πάντων Ἁγίων, ὧν εὐχαῖς προστίθει, δεήσεις ὑπὲρ κόσμου.
Φῶτα ἀσθενῆ καὶ κλοπιμαῖα, δαιμόνων καὶ εὐκολώτατα κατέσβεσας, λάμψεσι τοῦ ἄνωθεν, Πνεύματος τῆς Χάριτος, καὶ ἀγωγαῖς ἀσκήσεως κλαυθμοῦ συντρίβοντος, σκληρότητα, καρδίας ἀπόνου, καὶ ἀναισθητούσης, οἰκτρῶς καὶ παναθλίως.
Δάκρυα ἐκχέειν δῶρον πέλει, Χριστοῦ τοῦ ἐν ταπεινώσει ἐπεμβαίνοντος, δόντος Χάριν ἄφθονον, ἔλεον ἀνείκαστον, ὡς ἐν ταῖς βίβλοις γέγραφας, σοφὲ Σωφρόνιε, ὡς ἔμπλεως, Φωτὸς τοῦ ἀκτίστου, οὗ μετέχειν εὔχου, ἡμᾶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Γῆν βρεττανικὴν τοῖς χρυσαυγέσι, Θεόνυμφε λόγοις κατελάμπρυνε, Δέσποινα Σωφρόνιος, τῇ ἐπιστασίᾳ σου, καὶκραταιᾷ δυνάμει σου, ἀλλὰ ἱκάνωσον, τὸ ποίμνιον αὐτοῦ καὶ Προδρόμου, μετὰ σοῦ προστάτου, σωθῆναι εἰς αἰῶνας.
ᾨδὴ θ΄. Ὁ Εἱρμός.
»Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Τροπάρια
Χαίρει οὐρανός, μυριάδων συστήματα, τὰ ὑπερκόσμια, βλέποντα ἀγῶνας σου, ἐν Ἄθῳ Ὄρει, Εὐρώπῃ ἅμα τε, καὶ ἐπιστήμην μείζονα τὴν ἁγιάζουσαν, τοὺς ἀνθρώπους, νῆψιν ἀδιάλειπτον, προσευχὴν καὶ τοὺς κόπους τοῦ σώματος.
Πᾶσι φαεινός, ὁ βίος Σωφρόνιε, τῆς μετανοίας σου, καὶ ἡ δημοσίευσις, μωρῶν τοῦ βούδα παγίδων βίβλων τε, ἀπατηλῶν καὶ γέλωτος ἀξίων Ὕπερθεν, φωταυγείᾳ Πνεύματος πατάσσοντος, καὶ ἐκτρίβοντος δαίμονας τάχιον.
Γέγονας σαλός, Χριστῷ ὁμοιούμενος πάτερ Σωφρόνιε, ἄκρᾳ ταπεινώσει σου, ἀκάκῳ ἤθει, πλείστῃ ἀγάπῃ σου, ὥστε διδάξαι ἅπαντας τὸν ἐλαφρότατον, τοῦ Σωτῆρος, φόρτον δικαιώματα, δικαιοῦντα ἡμᾶς εὐκολώτατα.
Κάθαρσιν ψυχῆς, ἀπέδειξας εὔκολον, μάκαρ Σωφρόνιε, καὶ τῆς ματαιότητος, πολλοὺς τοὺς πόνους κόπους ἐπόμπευσας, ἄνω ὁδοὺς καὶ Σταύρωσιν, Χριστοῦ καὶ Ἔγερσιν, παραβάλλων, πρὸς τὰ καταχθόνια, κοπιῶντα ἀθλίως δαιμόνια.
Θεοτοκίον
Ὕψωσον ἡμᾶς, Μαρία Παντάνασσα, πρὸς τὰ οὐράνια, Κλίμακι ἀνέρχεσθαι, ἀσκήσει βίᾳ βαθμοὺς καθάρσεως, καὶ φωτισμοῦ Θεώσεως καὶ μὴ στραφήσεσθαι, ἐν ματαίοις, δὸς καὶ συναγάλλεσθαι, μεθ’ Ἁγίων αἰῶνας εἰς ξύμπαντας.
Ἐξαποστειλάρια
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Σωφρόνιε τετέλεκας, τοὺς δρόμους τῆς ἀσκήσεως, καὶ παραδόσεως εἴχου, πνευματικῆς ἐσωτέρας, μὴ καταργῶν καὶ τοὺς τύπους, τῆς Ἐκκλησίας Σωτῆρος· πολλὰ δὲ ἔθνη φώτισον, ἔχεσθαι Θείου Πνεύματος, ἐν πένθει καὶ ταπεινώσει, καὶ μετανοίας τοῖς τρόποις.
Ἕτερον· Τοῖς Μαθηταῖς συνέλθωμεν.
Σιλουανὸν ὑπέδειξας, σὺν πολλοῖς τοῖς Ἁγίοις, ἐν μέσῳ ζῶντας θλίψεων, ἀπτοήτους ἀσείστους, ὥσπερ Σωφρόνιε ἔζης, σκληροτάτοις ἐν τρόποις, μετανοῶν ἑκάστοτε, μὴ στρεφόμενος κάτω, ἀλλὰ Φωτός, μέθεξιν ἀκτίστου ἔχων ἐν κτίσει, καίπερ ἀκτήμων γέγονας, νῦν πλουτεῖς αἰωνίως.
Θεοτοκίον ὅμοιον.
Μαρία δύο τέκνα σου, ἐν Ἁγίῳ σου Ὄρει, μητροπρεπῶς ἡγίασας, σὺν ἀπείροις χορείαις, σοὶ ἑπομέναις Ἁγίων, μιμητῶν τοῦ Υἱοῦ σου, Σιλουανὸν Σωφρόνιον, ἐν καιροῖς τοῖς ἐσχάτοις, πρωταρχικῶς, δοῦσα μετανοίας Χάριν μεγίστην, ὥστε ἡμεῖς στομούμενοι, μεταγνῶμεν ἀξίως.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Πᾶσα πνοή…ἐν οἷς ἱστῶμεν στίχους ϛ´ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Χαίροις Σωφρόνιε πάτερ, λαμπροφορούμενος, Χριστοῦ ἐν Βασιλείᾳ, μετοχαῖς τοῦ ἀκτίστου, ἄνω ἀκηράτου θείου Φωτός, νικηφόρως τερπόμενος, ἀπαλλαγεὶς τῶν τοῦ ᾅδου βασανισμῶν˙ ἀλλ’ ἡμῶν ἁπάντων μέμνησο.
Χαίροις Σωφρόνιε δόξα, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ τῶν ἐν Ἄθῳ κλέος, Μοναχῶν καὶ τοῦ κόσμου, κήρυγμα πυρίνοις σου λόγοις σεπτόν, καὶ ἐγχάραγμα βίβλων σου, τὸ διαλῦον ἀτάκτους ὀρδὰς σατᾶν, καὶ τὸ χάραγμα ἀντίθεον.
Χαίροις Σωφρόνιε μάκαρ, ἑνοποιὲ ἀσκητά, πολλῶν τῶν ἐριζόντων, ἐθνικῶς μαχομένων, σύντριμμα ἀνθρώπων ἰᾶσαι σοφῶς, τὰς στροφὰς ἀπαρνούμενος, τῆς ἐμπλοκῆς ψευδωνύμου ἀπατηλῆς, δαιμονίων κάτω στάσεως.
Ἕτερα γ´˙ Ἦχος πλ.δ´. Ὤ τοῦ παραδόξου θαύματος.
Βίβλοι σου σοφαὶ Σωφρόνιε, συνεκτικαὶ ἀγαθῶν, τοῦ Θεοῦ πλείστων πέλουσι, καὶ περιλαμβάνουσιν, ἐν σμικρῷ θεῖα ρήματα, τῶν θεοπνεύστων, Γραφῶν ἐν βάθεσι, Πνεύματι Θείῳ, ᾯπερ μεμύησαι˙ ὅθεν ἐξαίτησαι, σὺν πατρὶ σεπτῷ Σιλουανῷ, τοὺς ὑμᾶς γεραίροντας, Χριστῷ σωθήσεσθαι.
Ἥνωσας, ἐθνῶν συστήματα, Ἀνατολῶν καὶ Δυσμῶν, τοῦ Βορρᾶ καὶ τὰ Νότια, τίμιε Σωφρόνιε, Ἐκκλησίᾳ τῷ Πνεύματι, ἑνοποιοῦντι καὶ καταυγάζοντι, Φωτὶ ἀκτίστῳ, πλήθη ἐχόμενα, τῆς πολιτείας σου, σὺν πατρί καλῷ Σιλουανῷ, καὶ Ἁγίων Τάξεων, κύκλῳ Παντάνακτος.
Νήσους Βρεττανῶν τετίμηκας, καὶ παλαιοὺς Ἀσκητάς, Ἱεράρχας καὶ Μάρτυρας, Ὅσιε Σωφρόνιε, τοὺς ἐκεῖ διαλάμψαντας, καὶ τῷ Προδρόμῳ πρώτῳ ὑπήγεσο, καὶ Ἰωάννῃ, ἐν Μονυδρίοις σου˙ ὥστε τετράνωται, Ἐκκλησίας Ἅγιον Σῶμα Χριστοῦ πάντοθεν ᾯ αἴτησαι, ἡμᾶς σωθήσεσθαι.
Δόξα... Ἦχος πλ.α´.
Βίον συνεσταυρωμένον Χριστῷ καὶ Ἀναστάσεως Χάριν ἔσχες Σωφρόνιε φυγὼν δαιμόνων ραθύμων βάρος καὶ τύφον ἐκλύοντα Ἀσίας τοὺς λαούς˙ πολλοὺς καμάτους σου φερέπονε Χριστὸς ἰδὼν καὶ ταπεινώσεώς σου βάθη ἕως ᾅδου σκοτεινοῦ ἐδόξασέ σε ἐν τῷ ἀκτίστῳ Φωτὶ περιλάμπων σε καὶ Θεολογίας γνώσεως πεπληρωκὼς σε˙ φιλοσόφου δὲ βίου σου, ὁδοὺς ἡμῖν ἐγνώρισε τὰς ἀγούσας ἀπλανῶς ἀπὸ γῆς εἰς οὐρανούς˙ εὐγνώμων φανεὶς Σιλουανῷ πατρὶ σου ἐν Ἄθῳ, δέου Σωτῆρος σὺν αὐτῷ ὑπὲρ ἡμῶν καὶ πολλαχῶν Ὀρθοδόξων τετραπεράτου κόσμου, συνάγων ἔθνη Ἑώας καὶ Δυσμῶν αἱρέσεων μακρὰν, εἰς πίστεως ἑνότητα καὶ Πνεύματος Ἁγίου κοινωνίαν˙ Οὗ εὔχου μετέχειν ἡμᾶς καὶ μὴ χωρισθῆναι Αὐτοῦ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ. Ψάλλεται ἡ γ´ καὶ ϛ´ ᾠδή ἐκ τοῦ
Κανόνος τοῦ Ὁσίου. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τὰ τῶν Ὁσί-
ων (βλέπε τῇ ε΄ Δεκεμβρίου). Κοινωνικόν. Εἰς μνημόσυνον.
Μεγαλυνάρια.
Χαίροις ὦ Σωφρόνιε ἱκανῶν, πάντας μετανοίᾳ, ταπεινώσει καὶ προσευχαῖς, βίῳ θεαρέστῳ, ἀκόπως καὶ προστρέχειν, Χριστῷ, καὶ ἀκωλύτως, Αὐτῷ συνέχεσθαι.
Χαίροις ὦ Σωφρόνιε τηλαυγής, φάρος Ὀρθοδόξων, ναυσιπλόων ὠκεανοῖς, θλίψεων δεικνύων, ἐν πλοίῳ Ἐκκλησίας, ταχεῖαν πλεῦσιν πέρας, πρὸς τὸ Ἀπέραντον.
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
εἰς τὸν Ὅσιον ΣΩΦΡΟΝΙΟΝ (Σαχάρωφ),
τὸν Θεολόγον καὶ Ἡσυχαστήν.
Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τὸν ρμβ΄ Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Ἦχος δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ´. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ Σωφρονίῳ διδασκάλῳ Ὁσίῳ, καὶ θεολόγῳ φιλοσόφῳ τιμίῳ, καὶ Μοναχῶν δεικνύοντι εὐκόλους ἀτραπούς, πάντες προσαιτήσωμεν, ἱκεσίας Σωτῆρι, ἵνα τάχει εὕρωμεν, τῶν παθῶν θεραπείαν, καὶ μὴ δολίοις δαιμόνων κρημνοῖς, καταρριφθῶμεν, Χριστῷ δ’ ἀναστρέψωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ὁ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός.
»Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.
Τροπάρια
Εὐαγγελίου ταῖς ὁδοῖς πεπόρευσαι, ἀπὸ παιδὸς καὶ φωτός, μαρμαρύσσοντός σε, θείου ἤρξω γνώσεσθαι, μυστήρια Παντάνακτος, Οὗ Σωφρόνιε δέου, ἡμᾶς ὡς τέκνα προσδέχεσθαι, καὶ μετανοοῦντας εἰσδέχεσθαι.
Τῆς Ὀρθοδόξου Ἐκκλησίας ἔνδοθεν, ἀναπτυχθεὶς μαθητής, μέσον γῆς Ρωσίας, εὗρες ἀκατάλυτον, εὐλάβειαν ἀνάγουσαν, πρὸς Χριστὸν Ὅν δυσώπει, ἡμᾶς συνάπτειν τοῖς ἔξωθεν, φρόνημα τοῦ Πνεύματος ἔνδοθεν.
Ζωγραφικὴν τὴν τεχνικὴν μετήρχεσο, ἀλλὰ δολίου σατάν, πρὸς ὀλίγον πάγαις, πόδας σου προσέκοψας, ἀλλ’ ὅμως θείᾳ Χάριτι, ἐκφυγὼν ἐκδιδάσκεις, ἡμᾶς πενθεῖν ὦ Σωφρόνιε, κλαίειν τῷ Χριστῷ καὶ συνέχεσθαι.
Θεοτοκίον
Τίς ἱκανὸς τὰς σωτηρίους Πάναγνε, ὁδοὺς ἀπείρους εὑρεῖν, τοῦ Υἱοῦ σου τάχει, καὶ τὴν σὴν βοήθειαν, ἡμῖν παρασκευάσουζαν, τοῦ βαδίζειν εὐκόλως, τοὺς ἀσφαλεῖς δρόμους πάντοθεν, οἷς ἡμᾶς προσβαίνειν εὐόδωσον.
ᾨδὴ γ΄. Ὁ Εἱρμός.
»Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Τροπάρια
Ἐκ Ρωσίας εἰς Δύσιν, Γαλατικὴν ἔφθασες, βλέπων τὰς βασάνους πολέμων, πάντοθεν κύκλῳ σου, τρέχεις δὲ Ἄθωνι, ἀλλὰ ἡμᾶς τρέχειν Ἄνω, εὔχου ὦ Σωφρόνιε, τῷ Παντοκράτορι.
Τῇ Μονῇ Ἀθλοφόρου, καὶ ἰατροῦ ἕστηκας, τοῦ Παντελεήμονος μάκαρ, καὶ περιβέβλησαι, ὅπλα ἀσκήσεως, μοναχικὰ ἀλλὰ εὔχου, καὶ ἡμᾶς μετέρχεσθαι, ὅπλα τοῦ Πνεύματος.
Ὑπηκόων ζηλώσας, τὸ καρτερὸν ἔσχατος, Ὅσιε Μονῇ κοινοβίου, πέφανας ἔνδοθεν, καὶ προσευχόμενος, νῦν δὲ ἡμῖν τοῦ Σωτῆρος, ὥσπερ σὺ πολίτευμα, δὸς στοιχειώσασθαι.
Θεοτοκίον
Ἐξηγόρασε πάντας, ἐν τῷ Αὐτοῦ Αἵματι, πάθει ὁ Υἱός σου Παρθένε, αἴρων τὰ πταίσματα, καὶ ἀδικούμενος, ὑπὲρ ἡμῶν ἵνα στῶμεν, δίκαιοι ἀλλ’ ἔλεος, δὸς ἡμῖν Πάναγνε.
Σωφρόνιζε, ἐσκοτισμένους καὶ ἄφρονας ἐν ταῖς ζάλαις, πειρασμῶν τῶν κυκλοτερῶν, Σωφρόνιε βίβλοις σου, λιταῖς σου Χριστῷ σε ἐκλιπαροῦμεν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Μονῇ Ρωσικῇ, ἐν Ἄθῷ κεχαρίτωσαι, ἰδῶν τὸν σεπτόν, θαυμάσιον καὶ γέροντα, ὁδηγόν σου πάτερ Σιλουανὸν Σωφρόνιε Πνεύματι, τελειωθέντα ὅθεν σὺν αὐτῷ, προσδέου, Χριστῷ ἡμᾶς σωθήσεθαι.
ᾨδὴ δ΄. Ὁ Εἱρμός.
»Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Τροπάρια
Κραταιωθείς, ὑπακοῇ ὦ Σωφρόνιε, ἐργασίαις, πόνοις καὶ ἀσκήσεσιν, ἐν πειρασμοῖς, ἦσθα νικητής, βίον δὲ προείλου, ἐρημικὸν θείῳ Πνεύματι· Οὗ Χάριν εὔχου δοῦναι, καὶ ἡμῖν χαμερπέσιν, ὁ Χριστὸς καὶ ἀθλίως στενάζουσιν.
Ὡς Μοναχός, ἐπιπροσθέτως κεκόσμησαι, ἱερέων, Χάριτι καὶ ὕστερον, ποιμαντικῇ ἀποστολικῇ, ὅθεν καθωδήγεις, ἐξωμολόγεις μονάζοντας, πολλοὺς καὶ νῦν ὁδήγει, καὶ ἡμᾶς δακρυρρόους, πενθικοὺς εἰς χαρᾶς εὐαγγέλια.
Καίπερ σκληρῶς, ἀγωνισθεὶς ὦ Σωφρόνιε, ὡς ἐχέφρων, βάρους ἀνεκούφιζες, τοὺς Μοναχούς, πλείστων πειρασμῶν· Πνεύματος ὑπείκων, τοῖς μυστικοῖς προσλαλήμασιν·
Οὗ Φῶς εὐχαῖς σου δίδου, καὶ ὑμῖν τρυχομένοις, σπαραγμοῖς τοῖς κατ’ ἄμφω ἀλγύνουσιν.
Θεοτοκίον
Ἡσυχαστῶν, πολεμικὸν τὸ πολίτευμα, ὑπερβαῖνον, μάχας πάσας Δέσποινα, συμβοηθεῖς, ἅμα σὺν Υἱῷ, σῷ παντοδυνάμῳ, καὶ κραταιοῦντι Σωφρόνιον, μεθ’ οὗ ἡμῖν βοήθει, καταπλήττειν ἐκτρίβειν, ἐκγελᾶν δαιμονίων ὠμότητα.
ᾨδὴ ε΄. Ὁ Εἱρμός.
»Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.
Τροπάρια
Γαλατίᾳ διέβης, μένων Ὀρθοδόξοις σοφαῖς παραδόσεσι, ποίμνην τοῦ Σωτῆρος, νηφαλίως ποιμαίνων Σωφρόνιε, ὅμως ταραχώδη, καὶ τὰ μαινόμενα πελάγη, τῶν ἡμῶν λογισμῶν καταπράϋνον.
Βρεττανίᾳ εἰσπλέεις, ἔνθα παλαιὰ τῶν Ἁγίων συστήματα, ἔλλαμπον Σωτῆρι, καὶ ἐπύρσευον κόσμον ἐν Πνεύματι, εἴσοδον βοήθει, ἡμῖν Σωφρόνιε εἰς πόλον, τοῦ Θεοῦ καὶ Ἁγίων σκηνώμασιν.
Μοναχοὺς ὡς ἡ ὄρνις, ἤγαγες ταχέως, πτερύγων σου κάτωθεν, Πνεύματος Ἁγίου, καὶ Μονὴν ξένῃ γῇ ἐγκαθίδρυσας, τοῦ Προδρόμου μείζω, τῶν Μοναχῶν καθηγεμόνος, μεθ’ οὗ εὔχου ἡμᾶς τοῦ σωθήσεσθαι.
Θεοτοκίον
Καθιδρύματα πλεῖστα, καὶ Μοναὶ πολλάκις πυρὶ παρεδόθησαν, καὶ Ναοὶ ὡσαύτως, ἐκρημνίσθησαν Δέσποινα Πάναγνε, ὅμως δὸς οἰκῆσαι, ἡμῖν Υἱός σου καὶ σὺ Μῆτερ, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι κράζομεν.
ᾨδὴ ϛ΄. Ὁ Εἱρμός.
»Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».
Τροπάρια
Διέλαμψας, Μοναχῶν πολιτείᾳ, ἐν Μεγάλῃ Βρεττανίᾳ μεγάλως, ταπεινωθεὶς ὦ Σωφρόνιε βάθει, ἕως τοῦ ᾅδου κευθμώνων ἐν Πνεύματι· ἀλλ’ εὔχου κράτει τοῦ κρατεῖν , καὶ ἡμᾶς νοῦν τῷ ᾅδῃ εὐέλπιδα. Ἀπόφθεγμα, τοῦ σοφοῦ ὁδηγοῦ σου, τὸ ἐκφράζον βιοτὴν τῶν Ἁγίων, Σιλουανοῦ ὦ Σωφρόνιε ἔσχες, ἐν προσευχαῖς τῷ χαράγματι Πνεύματος, καρδίᾳ ἔνδον καὶ ἡμᾶς, τοῦτο χάραξον πίστει καὶ δάκρυσιν.
Κεκράτηκας, ἀκρατήτους κινήσεις, τοῦ νοὸς ἐν προσευχαῖς καὶ τῇ νήψει· κράτει Χριστοῦ κατελθόντος εἰς ᾅδου, νικητικῶς τῇ ἐλπίδι ἐχόμενος· Χριστῷ δ’ ἐλπίζειν καὶ ἡμᾶς, κραταιῶς ταῖς εὐχαῖς σου κραταίωσον.
Θεοτοκίον
Συνέχεται πᾶσα κτίσις Υἱοῦ σου, ταῖς χερσὶν ὦ Μαριὰμ Παναγία, καὶ ἡ πνοὴ πάντων ὄντων ὡσαύτως, ἀλλὰ ἡμᾶς ἐκ τοῦ φόβου καθήλωσον, Αὐτοῦ καὶ σῶσον τὰς ψυχάς, ἀπωθοῦσα δαιμόνων τὰ φόβητρα.
Σωφρόνιζε, ἐσκοτισμένους καὶ ἄφρονας ἐν ταῖς ζάλαις, πειρασμῶν τῶν κυκλοτερῶν, Σωφρόνιε βίβλοις σου, λιταῖς σου Χριστῷ σε ἐκλιπαροῦμεν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Σωφροσύνη καθολικὴ ἐπωνόμασται, ἀρετῶν Θεοῦ ἡ παμπληθὺς ὦ Σωφρόνιε· ὧν μετέσχες μετανοῶν κλαυθμῷ σου γοερῷ, καὶ τοῦ Πνεύματος ἀκολουθῶν, μαρμαρυγὰς καὶ ἀστραπάς, φωτεινὸς ἐναπέφανας· τρόπους δὲ μετανοίας, καὶ δῶρα τῆς σωφροσύνης, ἐν τῷ Φωτὶ Χριστοῦ ἡμῖν, δὸς ὡς πρέσβυς τῶν τιμώντων σε.
Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. (δίς)
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον. (Μρκ. δ΄ 21- ε΄ 41)
Ἔλεγεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς Αὐτοῦ· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν. εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἂν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. Καὶ ἔλεγε· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν τίνι παραβολῇ παραβάλωμεν αὐτήν; ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μείζων πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν, χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς τὸν λόγον· κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα. Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ’ αὐτοῦ. καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι. καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν; καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν. καὶ ἐξελθόντας αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθη ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι· καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν, καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας. ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν. καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ’ αὐτοῦ ᾖ. καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε. καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
Δόξα...
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὃλην ἀποθέμενοι.
Μίαν Κυριότητα, τριαδικῇ Ὑποστάσει, καὶ τὴν ἀνθρωπότητα, εἰκόνα τοῦ Κτίσαντος, καὶ ὁμοίωσιν, δείκνυς Σωφρόνιε, καὶ ὑποστάσεων, τῶν πολλῶν ἀνθρώπων πρόσωπα, πάντῃ ἐλεύθερα, χωρὶς τῶν ἀθλίων προλήψεων, πλάνης τῆς Ἀσιάτιδος, καὶ δολιωτάτης ἥν ἔγνωκας· νέος ἡλικίᾳ, ἀλλὰ καὶ νῦν βοήθει τοῖς λαοῖς, μετανοεῖν ταπεινώσασθαι, καὶ Χριστῷ σωθήσεσθαι.
Ἕτερον. Οὐδεὶς προστρέχων ἐπὶ σοί.
Πυρσὸς Χριστοῦ φωτολαμπής, πνευματοφόρος ἐν ἐσχάτοις Σωφρόνιε, ὑπάρχων εὔχου βιβασθῆναι, καὶ ἡμᾶς τοὺς ἀχρείους, θαλαττεύοντας κύμασι, Χριστοῦ λιμένι Ἀσφαλίζοντι.
Ἄλλο. Μεταβολὴ τῶν θλιβομένων.
Ὕψοποιῷ τῇ ταπεινώσει, χαροποιῷ καὶ θρηνῳδοῦντι ὑπάρχοντι, μακαρίῳ τῷ πένθει, δὸς στοιχεῖν ἡμᾶς γοργῶς, πρὸ ψυχῶν ἐξόδου ἐκδημίας, καὶ φωτὶ Χριστοῦ μεθέξει θείᾳ, Χριστῷ προσυπαντᾶν εὔχου ἀεί.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
ᾨδὴ ζ΄. Ὁ Εἱρμός.
»Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς
καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».
Τροπάρια
Φιλοσόφως διδάσκεις, ἀμπεχόνην ἐνδύεσθαι θείου Πνεύματος, τὴν Χάριν φωτοφόρον, Σωφρόνιε ταχέως, ἀλλ’ ἡμῖν δὸς ἀπώσασθαι, τὸν σκοτασμόν, τῶν παθῶν εἱρκτὴν ἀσφυκτιῶσαν.
Φιλοσόφως ἠγάπας, τὴν Σοφίαν συνέχουσαν Κόσμον σύμπαντα, Σταυρῷ προσηλωθεῖσαν, Ἧς καὶ δέου λυτρώσασθαι, ἡμᾶς φρικώδους βυθοῦ, ταρτάρων αἰωνίων.
Φιλοσόφους γενέσθαι, ταχινῶς καὶ εὐκόλως ἡμᾶς Σωφρόνιε, προσίεσθαι δὲ χάριν, ἐν θλίψει κεκρυμμένην, αἰφνιδίως ἱκάνωσον, ὥσπερ καὶ σὺ θλιβεροῖς, ὑπέμενες ἀρρήτως.
Θεοτοκίον
Δωρεὰν ἡ Σοφία, θεονύμφευτε Μῆτερ ἡμῖν παρέχεται·εὐγνώμονας γενέσθαι, ἱκάνωσον σοὺς δούλους, καὶ μὴ τρόπους μετέρχεσθαι, τῶν θεοκτόνων μωρῶν, Υἱοῦ σου ἀχαρίστους.
ᾨδὴ η΄. Ὁ Εἱρμός.
»Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Τροπάρια
Μακαρισμοὺς Σωφρόνιε, τοῦ Σωτῆρος προσδέχεσθαι, εὔχου ἡμᾶς πάντας, τὴν πτωχείαν πνεύματι, καὶ πένθους τὸ δάκρυον, χαροποιὸν καὶ καθαῖρον ψυχάς, τὰς ρερυπωμένας δωρεὰν ἀστραπτούσας, ποιοῦν τῷ ἀκηράτῳ καὶ φωτὶ τοῦ Σωτῆρος· Οὗ δέου τοῦ μετέχειν, ἡμᾶς εἰς τοὺς αἰῶνας.
Τῆς ἀψευδοῦς πραότητος, ταπεινώσεως δ’ εἴχεσο, καὶ δικαίων πείνης, δίψης θείας Χάριτος, καρδία σου πέπλησται θείῳ ἐλέει δὲ ταῦτα λαοῖς, ἔχεες ἀφθόνως, ὦ Σωφρόνιε εὔχου· ἡμᾶς ταλαιπωρίαις τῶν παθῶν τρυχομένους, ἐσχάτως ἀνανήφειν, Χριστῷ ἐν ᾯ σωθῆναι.
Ἐν καθαρᾷ καρδίᾳ σου, ἁγνοτάτῳ δὲ σώματι, πνεῦμα Θεῖον οἶκον, ἔδειμε Σωφρόνιε, εἰρήνην ἐβράβευσε, καὶ πολεμίων δαιμόνων στρατιάς, κέκοφεν οἰκτρῶς, ὥστε ἐξέτριψε τέλος· ἀλλ’ εὔχου τῷ Σωτῆρι, δι’ Αὐτοῦ θείου φόβου, ἡμᾶς κατασυντρίβειν, σατὰν καὶ κατατρίβειν.
Θεοτοκίον
Τῶν προφητῶν Πανάμωμε, νόες πάντων ἑώρων σε, Πνεύματι Μητέρα, τοῦ Θεοῦ γεννήτριαν, καὶ θεῖοι Ἀπόστολοι, μετὰ Χριστὸν ἐπεποίθεισάν σοι, καὶ χοροὶ Μαρτύρων, τῶν Ὁσίων τε πλήθη· Σωφρόνιος δὲ πλεῖον, μετὰ Γέροντος τούτου, σεπτοῦ Σιλουανοῦ σοι, ἡμῶν σε Σκέπην στῶσιν.
ᾨδὴ θ΄. Ὁ Εἱρμός.
»Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».
Τροπάρια
Σωφρόνιε τῶν Ρώσων συναγωγή, καὶ Ἑλλήνων ὑπάρχεις ἐν Ἄθωνι μοναστικῷ, καὶ τῆς Γαλατίας καὶ Βρεττανῶν, πολλοὺς Ἁγίους ἔδειξας, πάλαι διαλάμψαντας ἐν Χριστῷ· αὐτοῖς κατηκολούθεις, μηδόλως ἐνδοιάζων, ὥσπερ καὶ νῦν ἡμᾶς συνάγαγε.
Ἀπόστολοι ἐσπάρησαν πανταχοῦ, τῇ κελεύσει Σωτῆρος καὶ Πνεύματος μαρμαρυγαῖς, ἴχνεσι δὲ τούτων ποίμνη Χριστοῦ, βεβάδικε καὶ ἔφθακε, Χάριτι τῇ θείᾳ ἕως ἡμῶν· καὶ νῦν πανορθοδόξως, συγκάλει ταπεινοῦσθαι, μετανοεῖν λαοὺς Σωφρόνιε.
Ἀρνήσασθαι κελεύει Χριστὸς Σωτήρ, ἑαυτοὺς ἀλαζόνας στοιχοῦντας ταῖς δαιμονικαῖς, μύσους πονηρίας ταῖς προτροπαῖς, φρονίμους δὲ γενήσεσθαι, ὥσπερ ὄφεις κρύπτοντες κεφαλάς· Σωφρόνιε τὴν νῆψιν, εὐχὰς ἐν ἐγρηγορσει, ἡμᾶς κρατεῖν Χριστὸν δυσώπησον.
Θεοτοκίον
Σωφρόνιος Μονάζοντας προσκαλεῖ, Θεομῆτορ ἐξ Ἄθω καὶ πάντοθεν τοῦ συστοιχεῖν, σοὶ τῇ παντανάσσῃ Σιλουανῷ, Πατρὶ ὁμοῦ καὶ ἄγεσθαι, πάλαι θεοφόρων ταῖς διδαχαῖς· ἀλλ’ ἔρχου Παναγία, ἀπείροις σὺν Ὁσίοις, Χριστῷ αὐτοῖς ἡμᾶς συνάγουσα.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Χαίροις ὦ Σωφρόνιε φαεινέ, λάμψεσι τοῦ θείου, ἀνεσπέρου καὶ ἱλαροῦ, πλήρης ἐνυπάρχων, φωτὸς ἐν ἐνεργείαις, ἀκτίστου καὶ ἀπλέτου, θείᾳ τῇ Χάριτι.
Χαίροις ὦ Σωφρόνιε ἐκλεκτέ, γῆς Ρωσίδος ποίμνης, καὶ τοῦ Ἄθω ὁ Μοναχός, τέλειος ὑπάρχων, πολλῇ ἀκτημοσύνῃ, σεπτῇ ὑπακοῇ τε, καὶ τῇ ἁγνότητι.
Χαίροις ὦ Σωφρόνιε ἰσχυρέ, ἤθει μετανοίας, καὶ τοῦ πένθους χαροποιοῦ, κἄν ἐτρώθης δόλῳ, βελίαρ πρὸς ὀλίγον, κατέτρωσας μυριάκις, δαίμονας τρώσαντας.
Χαίροις ὦ Σωφρόνιε φωτεινέ, δείξας γῇ ἁπάσῃ, τὰς ἀπάτας τῶν πονηρῶν, κακεντρεχεστάτων, ἑώας βδελυγμάτων, οἰκτρῶν προσοχθισμάτων, ψευδοθρησκεύματος.
Χαίροις ὦ Σωφρόνιε ἐν σπουδῇ, κλίμακι προσβαίνων, Ἰωάννου τῶν ἀρετῶν, θείου Σιναΐτου, οὗ βάθους ἐπιστήμης, ἐν Πνεύματι ἐγνώκεις, ρήμασι πράξεσιν.
Χαίροις ὦ Σωφρόνιε ἱερεῦ, τοῦ Θεοῦ ὑψίστου, εὐλαβέστατε ἐν παντί, καὶ κεκοσμημένε, τοῦ Πνεύματος δυνάμει, δεσμεῖν καὶ λύειν πταίστας, μετανοήσαντας.
Χαίροις ὦ Σωφρόνιε Μοναχέ, τέλειε ἐν μέσῳ, Κοινοβίου τοῦ Ρωσικοῦ, καὶ ἐν ἐρημίαις, καὶ βράχοις Ὄρους Ἄθω, πολλὰς τὰς ἀναβάσεις, θέμενος Πνεύματι.
Χαίροις ὦ Σωφρόνιε ὁδηγέ, πλείστων ἐν τῷ Ἄθῳ, Μοναζόντων καὶ ἀλλαχοῦ, Πνεύματος ὁ πλήρης, διδάσκαλος καὶ τύπος, Ἁγίων ὑπηκόων, μόνου Παντάνακτος.
Χαίροις ὦ Σωφρόνιε καρτερέ, ἐν βασάνοις πλείσταις, δαιμονίων τῶν μυσαρῶν, πλήγματα καὶ τύψεις, αὐτῶν καθυπομένων, νυκτὶ καὶ μή γογγύζων, ὡς Χριστομίμητος.
Χαίροις ὦ Σωφρόνιε κραταιέ, σὺν κραταιωτάτῳ καὶ σπουδαίῳ Σιλουανῷ, σχόντες ταπεινώσει, βαθείᾳ ἕως ᾅδου τὸν νοῦν, καὶ τῷ Σωτῆρι, πλεῖον ἐλπίζοντες.
Χαίροις ὦ Σωφρόνιε ἀρωγέ, τῶν μετανοούντων, καὶ ἀπείρων ἁμαρτωλῶν, ὥσπερ ἐπεφάνης, Χριστῷ καὶ τοῖς σοῖς βίβλοις, Ποιμένι Σταυρωθέντι, τούτου ἀκόλουθος.
Χαίροις τὴν Εὐρώπην ποδηγετῶν, μέσον ἀντιξόων, ἀνωμάλων τῶν συνθηκῶν, δύο παγκοσμίων, πολέμων τῶν ἀφρόνων, Σωφρόνιε σωφρόνως, ζῶν γράφων Πνεύματι.
Χαίροις Βρεττανίας καὶ Γαλατῶν, χώρας φῶς ὑπάρχων καὶ ποιμνίου μικροῦ ποιμήν, τῆς Ὀρθοδοξίας Χριστοῦ καὶ Ἐκκλησίας, δεικνύων μεγαλεῖα, θεῖα πανίσχυρα.
Χαίροις ὦ Σωφρόνιε διδαχαῖς, θείαις σου ἐμπρέπων καὶ τοῖς ρήμασι καὶ Γραφαῖς, βίβλοις θεοπνεύστοις, μεσταῖς φιλοσοφίας, σεπτῆς θεολογίας καὶ παραδόσεως.
Χαίροις ὦ Σωφρόνιε ἀπλανῶς, πάντας ἐκδιδάσκων, τοῦ συνδέεσθαι ἐν Χριστῷ, Πνεύματι Ἁγίῳ, ἐντὸς τῆς Ἐκκλησίας, πιστῆς Ὀρθοδοξίας, ἔξω αἱρέσεων.
Χαίροις ὦ Σωφρόνιε ποταμέ, θείων νοημάτων, ἐκ τοῦ Πνεύματος θεϊκοῦ, κύκλῳ περιστρέφων, Γραφῶν Ἁγίους λόγους, Χριστοῦ δὲ καὶ Ἁγίων, σχὼν τὸ πολίτευμα.
Χαίροις ὦ Σωφρόνιε πεποιθώς, ζωαρχικοτάτῃ, τῇ Τριάδι μοναδικῇ, βασιλικωτάτῃ, Θεότητι ὑπείκων, πολλῇ ἐν εὐλαβείᾳ, καὶ συνεχόμενος.
Χαίροις ὦ Σωφρόνιε τοῖς χοροῖς, πάντων τῶν Ἁγίων, ὥσπερ ἔσχατος πεποιθώς, ὅμως ἐν τῇ Δύσει, καὶ χώραις ἑσπερίας, ἐνίοτε σαλίζων, ὤφθης τῷ Πνεύματι.
Χαίροις ὦ Σωφρόνιε τῷ σοφῷ, Παύλῳ Ἀποστόλῳ, προσεπόμενος θαυμαστῶς, ὥσπερ Ἰουδαίῳ φανέντι Ἰουδαίοις, καὶ σὺ ὥσπερ ἐν Δύσει, ζῆν ἐδεικνύεσο.
Χαίροις ὁ ἐχόμενος τυπικῶν, τῆς Ὀρθοδοξίας, Βρεττανίᾳ τῇ ξένῃ γῇ, ὅμως ἐν Μονῇ σου, Τιμίου τοῦ Προδρόμου, τὸ φρόνημα Σωτῆρος, ἔσχες τῇ ποίμνῃ σου.
Χαίροις ὁ δεχόμενος πάσης γῆς, τούς σοι ἐρχομένους, καὶ διψῶντας τὸ ὕδωρ ζῶν, Πνεύματος παρέχων ἀφθόνως τοῦτο σπλάγχνα, Σωφρόνιε Σωτῆρος, δείξας καὶ ἔλεος.
Χαίροις ὦ Σωφρόνιε Βρεττανῶν, πάλαι τῶν Ἁγίων, Γαλατίας τε παλαιᾶς, κ αὶ τῶν τῆς Ρωσίας, καὶ Ἄθω τῶν μυρίων, ἐχόμενος σωφρόνως, ποίμνη Σωτῆρος σου.
Χαίροις τῶν ἐσχάτων θεῖε γραφεῦ, Πνεύματος Ἁγίου, φωτοπάροχε γραμματεῦ, πλεῖον καταργήσας, βλασφήμους τὰς αἱρέσεις, καὶ σχίσματα θρησκείας, ψεύδους καλύμματα.
Χαίροις ὦ Σωφρόνιε τὰς βουλάς, δείξας τοῦ Σωτῆρος, ἐλευθέρους ζωοποιούς, πάντων συντηρούσας, θελήσεις προαιρέσεις, καὶ πρόσωπα ἀνθρώπων, σχούσας ἀκέραια.
Χαίροις ὦ Σωφρόνιε ἐλαφρά, κρίματα Σωτῆρος, δικαιώματα τὰ σοφά, καὶ τὰς μαρτυρίας, Αὐτοῦ Ἀληθεστάτας, βιώσας καὶ διδάξας, πάντας τοὺς θέλοντας.
Χαίροις ὦ Σωφρόνιε τῶν κακῶν, βάρος καὶ τὸ πνῖγος, τὰς ἁλύσεις καὶ σκοτασμόν, ἄγχος καὶ μανίαν, εὐκόλως ἰατρεύων, Χριστοῦ τῇ πολιτείᾳ, λόγοις διδάγμασιν.
Χαίροις ἐμφανίζων τὸν ἰατρόν, μόνον κυβερνήτην, πάντων ἕτοιμον βοηθόν, σὺν τῇ Θεοτόκῳ, καὶ πᾶσι τοῖς Ἁγίοις, τὰ φάρμακα διδοῦσι, πᾶσι καὶ ἔλεος.
Χαίροις παντοδύναμον τὸν Θεόν, δείξας ἀντιστρόφως, πλανωμένοις φθοροποιοῖς, ὧν κοιλία πέλει, θεότης ἀσωτία, κρυφίαι καλυφθεῖσαι, ψεύδους θρησκεύμασιν.
Χαίροις ὦ Σωφρόνιε ἀγαπῶν, τὸν Χριστὸν τελείως, καὶ Ἁγίους ὡς ἀδελφούς, καὶ Μητροπρεπέσι, τιμαῖς τὴν Θεοτόκον, γεραίρων Ἐκκλησίᾳ, μόνῃ Παντάνακτος.
Χαίροις ὦ Σωφρόνιε καταργῶν, ἔξω Ἐκκλησίας, τρόπους λόγους καὶ βιοτήν, φίλαυτον δολίαν, κατάγουσαν εἰς ᾃδην, χωρὶς Χριστοῦ Σωτῆρος, μέγα τὸ Ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα τὸ Τρισάγιον καὶ εὐθὺς τὰ Ἀπολυτίκια.
Ἦχος α´. Τοὺς τρεῖς Μεγίστους Φωστῆρας.
Ἐν τοῖς ἐσχάτοις ἐφάνης καὶ χαλεποῖς ὦ Σωφρόνιε, ὡς καὶ εὐδοκοῦντος Σωτῆρος, καροῖς ἡμῶν ἀναδείξαντος, μετανοούντων θεῖον φῶς έπιστρέφων σκοτασμῶν ἐκ πλάνης προσοχθισμάτων μύσους, τοῦ ᾅδου πάντοθεν ἐσὲ κατεωγότα κλοιοὺς ἀνδρικώτατα Πνεύματι, καὶ τοῦ Χριστοῦ πολιτείαν, ἐλευθέραν τὸν κηρύσσοντα· ἔνδον Ἐκκλησίας τῆς μόνης Χριστοῦ, Μοναχοῖς φιλοσόφοις στοιχήσαντι, μεθ’ ὧν Σιλουανῷ τε, δέου Χριστοῦ ἡμᾶς σωθήσεσθαι.
Ἕτερον˙ Ἦχος γ´. Θείας πίστεως.
Μέσον ἤστραψας Ὀρθοδοξίας, ἔθνη ἅπαντα ἑνοποιήσας, Ἐκκλησίᾳ τοῦ Χριστοῦ ὦ Σωφρόνιε, Ἄθω μονάζεις ὁσίως καὶ πέρατα, γῆς ἐκδιδάσκεις Ἑώας καὶ Δύσεως· αἴτει Κύριον ὁμοῦ σὺν σεπτῷ σου Γέροντι, ἡμᾶς Σιλουανῷ λαμπρῷ σωθήσεσθαι.
Δόξα...Ἄλλο˙ Ἦχος πλ.δ´. Ταῖς τῶν δακρύων σου ροαῖς.
Τῇ σωφροσύνῃ ἐκ παιδός, συνεχόμενος Πνεύματι κατηγλάϊσται, καὶ Ρωσικὴν τὴν γῆν ἀφείς, ἐν Μοναχοῖς τοῦ Ἄθω συγκατηρίθμησαι, Ἑώας καὶ Δυσμῶν, φιλοσοφίᾳ πλήθη ἐδίδαξας, Χριστοειδεῖ Ἐκκλησίας Σωφρόνιε˙ φαίνων μετανοίᾳ Χριστῷ, ᾯ νῦν ἡμᾶς προσάγαγε.
Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ.β´.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ρυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἐκτενὴς ὑπὸ τοῦ ἱερέως καὶ Ἀπόλυσις, ἄνευ τοῦ Δι’ εὐχῶν
καὶ εὐθὺς τὰ Τροπάρια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ἔρχου ὦ Σωφρόνιε ἡμῖν, γῆς ἐκ τῶν περάτων κηρύσσων, ἑνοποιόν κραταιόν, Πνεῦμα φαεινότατον, ἐν τῷ ἀκτίστῳ Φωτί, οὗ μετέχειν κραταίωσον, ἡμᾶς ἐν ἀσκήσει, νήψει καὶ κακώσεσι, καρτερικῶς προσδοκᾶν, καὶ δακρυρροοῦντας ἐν πένθει, δὸς ἡμῖν μὴ στρέφειν ὀπίσω, ἔνθα ἁμαρτάδων ᾅδης ἤνοικται.
Ἔρχου ὦ Σωφρόνιε ἡμῖν, τοῖς ἀπεγνωκόσιν ἐν θλίψει, καὶ πειρασμοῖς ἀλγεινοῖς, πόνοις νόσοις πάντοθεν, πολλαῖς συγχύσεσι νῦν, δαιμονίων σκοτώσεσι, κλεινόντων τὴν θύραν, Ἄνω τῶν Δυνάμεων καὶ εὐσπλαγχίας Χριστοῦ˙ ἥν Αὐτῷ προσδέου ἀνοίγειν, καὶ ἡμῖν ἀθλίως βιοῦσι, πταίσμασι πολλοῖς δεσμοῖς καὶ πάθεσιν.
Ἔρχου ὦ Σωφρόνιε λαοῖς, Δύσεως Ἑώας φωτίζων, σοφοῖς διδάγμασι, βίβλων τῶν πανσόφων σου, συνδεδεμένων Γραφαῖς, θεοπνεύστοις καὶ κήρυξι, κλεινοῖς Ἀποστόλοις, Μάρτυσι Ὁσίοις τε, Μονῶν πολλῶν ἐν παντί, κόσμῳ καὶ τοῦ Ἄθω δεικνύων, καὶ Μονῆς Προδρόμου ταμεῖον, σοῦ Βρεττανικαῖς ταῖς νήσοις λάμποντι.
Κράτει τὸν ἀκράτητον ἡμῶν, νοῦν ἐν προσευχαῖς καὶ τῷ ᾅδῃ, ταπεινούμενοις Χριστῷ, δάκρυσι Σωφρόνιε, καὶ ταῖς νηστείαις σαρκός, κόποις θείας ἀσκήσεως, Χριστοῦ Θεανθρώπου, Ὅς ποιμὴν ὁ πρώτιστος ὑπογραμμὸς ἦν παντί, καὶ παραβολαῖς ὡς ἀμπέλου, τούτου πολιτείαν μιμεῖσθαι, πᾶσι δὸς λαοῖς σαρκὶ καὶ πνεύματι.
Λέγων ὦ Σωφρόνιε ἀρχὴν, ὑποστατικὴν διευρύνεις τὸν νοῦν ἡμῶν ἐν Χριστῷ, Παύλου λόγους σήμερον, ἀνακυκλῶν καὶ ἀρχήν, ὑποστάσεως λέγοντος, τὴν πίστιν Σωτῆρι, Ὧ ἡμεῖς ὑπέστημεν καὶ οὐσιώθημεν, νῦν Θείῳ τῷ Βαπτίσματι λόγοις, καὶ Χριστοειδέσι τοῖς ἔργοις, οἷς ἡμῖν Χριστῷ στοιχεῖν βοήθησον.
Πρόσωπον ὑπόστασιν ἀρχήν, ὕπαρξιν δοθεῖσαν ἰδίως, ὑπὸ Θεοῦ τοῖς βροτοῖς, φύσει ἐν ὁμοίᾳ τε, πανανθρωπίνῃ σαρκί, καὶ ψυχὴν εἰκονίζουσαν, Τριάδα Ἁγίαν, Νοῦν καὶ Λόγον Πνεῦμα δὲ, κατὰ εἰκόνα Αὐτῶν, μόνου τοῦ Θεοῦ ὡς εἰρήκεις, ἅμα καθ’ ὁμοίωσιν εὔχου, καὶ ἡμᾶς Σωφρόνιε σωθήσεσθαι.
Ἦχος πλ.δ´.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν...
***
ΧΑΙΡΕΤΙΣΜΟΙ
ἤτοι
Οἶκοι εἰκοσατέσσαρεις
Εἰς τὸν νεοφανῆ ὅσιον Γέροντα Σωφρόνιον ἐκ Ρωσίας καταγόμενον ἐν Ἄθῳ ἀσκήσαντα καὶ διαλαμψαντα ἐν παντὶ καὶ ὡς πνευματικὸν καθοδηγητὴν ὁμοίως δὲ καὶ ἐν Εὐρώπῃ καὶ μεγάλῃ Bρεττανίᾳ ὁδοὺς θεογνωσίας παραδώσαντα ἐν Πνεύματι ἁγίῳ Μονὴν δὲ ἱερὰν τοῦ τίμιου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου ἱδρύσαντα ἕως νῦν οὖσαν.
Κοντάκιον, ἦχος πλ.δ´. Τῇ Ὑπερμάχῳ.
Ἐκραταιώθης, ὦ Σωφρόνιε, τῷ Πνεύματι, ἀπὸ παιδὸς, καὶ τὰς ὁδοὺς Χριστοῦ ἐζήλωσας, τῆς Ἀσίας ἐκγελάσας οἰκτρὰς ἀπάτας, τοῖς τοῦ Ἄθω μοναχοῖς σεπτοῖς ὡμοίωσαι, καὶ Ἑώαν καὶ Δυσμὰς Φωτὶ κατηύγασας, φιλοσόφοις σου, θείοις λόγοις καὶ βίβλοις σου.
Ἅπασιν ἀνεδείχθης ὁδηγὸς φωτοφόρος, Σωφρόνιε Χριστῷ σοι οἰκοῦντι˙ (ἐκ γ´) καὶ νῦν ἐν οὐρανοῖς κατοικῶν σὺν Ἁγίοις πᾶσι δυσωπῶν Κύριον, μὴ παύση ὑπὲρ πάντων τοῦ σωθῆναι ἐκζητῶν βοώντων˙
Χαῖρε, ἐσχάτοις τοῖς χρόνοις λάμπων˙ Χαῖρε, τελείων βιώσας βίον.
Χαῖρε, Ρωσικῇ γῇ φυεὶς, ὦ Σωφρόνιε˙ Χαῖρε, ὀρθοδόξων ποιμνίων συνόμιλε.
Χαῖρε, Φῶς ὁρῶν τὸ Ἄκτιστον παιδιόθεν πολλαχῶς˙Χαῖρε, ζήσας ἄβυσσον σκότους ἀλλοτρίαν καὶ φρικτῶς.
Χαῖρε, νόθους θρησκείας ἐκφυγὼν ὡς στρουθίον˙ Χαῖρε, πᾶσι διδάσκων Ὀρθοδόξων ταμεῖον.
Χαῖρε, Φωτὶ Χριστοῦ κυβερνώμενος˙ Χαῖρε, σκιῶν σατὰν μακρυνόμενος.
Χαῖρε, μάκαρ Σωφρόνιε.
Βαίνων Ὀρθοδοξίᾳ, καὶ ζητῶν σωτηρίαν, Χριστῷ Ἀληθινῷ ἐπιστρέφεις ὁλοκλήρως δώσας σου ψυχήν, μετανοίας ἀγωγαῖς σκληραῖς πάντοθεν˙ Ρωσίαν καὶ Γαλλίαν ἀφεὶς, τρέχεις γοργῶς Ἄθω, κράζων˙
Ἀλληλούϊα.
Γνῶσιν θείαν ποθήσας φιλοσόφως ἐζήτεις, Αὐτὴν ἐν ζωγραφίαις καὶ τέχναις, μοναχῶν δὲ ζωὴν εὑρών, θείας τῆς Σοφίας χορηγόν, ἔχαιρες καὶ κοινοβίῳ μάρτυρος Ἁγίου ἔστης, ὅθεν σοι βοῶμεν˙
Χαῖρε, τῇ μάνδρᾳ Χριστοῦ προστρέχων˙ Χαῖρε, φυγὼν ἐκ ματαίων ἔργων.
Χαῖρε, ὑπηκόων ζηλώσας τὸ φρόνημα˙ Χαῖρε, τοῦ Χριστοῦ μετελθὼν τὸ πολίτευμα.
Χαῖρε, τοῦ Παντελεήμονος μονῇ ἐν Ἄθῳ ἐπιβάς˙ Χαῖρε, μάρτυρος Ἁγίου ἀκολουθῶν διατριβάς.
Χαῖρε, Σιλουανὸν γέροντα σχὼν ὡς ἐπόπτην˙ Χαῖρε, μοναχισμὸν βλέπων παθῶν ὑπερόπτην,
Χαῖρε, δακρύων πένθους ἐχόμενος˙ Χαῖρε, εὐχαῖς καὶ νήψει πυρούμενος.
Χαῖρε, πικρίαν δαιμόνων μὴ δείσας˙ Χαῖρε, Χριστῷ πεποιθὼς ἀριστεύσας.
Χαῖρε, Σωφρόνιε φερέπονε.
Δέδοταί σοι ἡ Χάρις, πολλαχῶς μοναζόντων, καὶ εἶτα ἱερέων ὡσαύτως, ὦ Σωφρόνιε ἅμα πατρὸς ὁδηγοῦ, ποιμένος μοναχῶν Ἄθωνος, ἀφέσεως πταισμάτων δ᾽ ἐξουσία˙ Χριστῷ δὲ κραυγάζεις˙
Ἀλληλούϊα.
Ἔτρεχες τοῦ ποιμαίνειν μοναχοὺς συμβουλεύειν, Σωφρόνιε ἐν Ἄθῳ προθύμως, ποθῶν δ᾽ ἔρημον τόπον, εὑρεῖν, ἀποκρήμνοις Ἄθω κατοικεῖς ἄσκησιν αἱρούμενος καὶ δάκρυον˙ διὸ ἡμεῖς σοι προσφωνοῦμεν˙
Χαῖρε, σοφῶν καὶ Ἁγίων φίλος˙ Χαῖρε, ἐχθρὸς δαιμονίων ἄκρος.
Χαῖρε, ὑπουργὲ Χριστωνύμου πληρώματος˙ Χαῖρε, μοναχῶν ἰατρὸς ὁ πανάριστος.
Χαῖρε, νήφων φιλοσόφως ἀδιαλείπτοις προσευχαῖς˙ Χαῖρε, νοῦν Χριστοῦ πλουτήσας θεολογίαις ἱεραῖς.
Χαῖρε, ἐν ἀσθενείαις καὶ ὀδύναις ὑπάρχων˙ Χαῖρε, νόσους πολλὰς κακὰς Χριστῷ ὑπομένων.
Χαῖρε, πραΰς ὑπάρχων καὶ εὔχαρις˙ Χαῖρε, δαιμόνων πλήττων τὸ ἄχαρι.
Χαῖρε, ἐν μέσῳ πολέμων βιώσας˙ Χαῖρε, στρεβλοὺς πάντας δαίμονας τρώσας.
Χαῖρε, κραταιὲ Σωφρόνιε.
Ζήλῳ Πνεύματος θείου, συσχεθεὶς εὐγνωμόνως, Σωφρόνιε ὑπείκεις μονῇ σου, καὶ πεμφθεὶς πρὸς χώραν Γαλλικήν, πνευματέμφορος ὑπηρετεῖς ποίμνιον Χριστοῦ, καὶ ψυχὰς σώζεις σοφῶς, Πνεύματι Ἁγίῳ μέλπων˙
Ἀλληλούϊα.
Ἥκεις ἐν Βρεττανίᾳ, ὦ Σωφρόνιε οἶκον ὀρθόδοξον Χριστοῦ ἑτοιμάζων, καί μονὴν Βαπτιστοῦ ἱδρύεις Ἰωάννου, ξένος οἱονεὶ ἄγνωστος ἀλλοδαπὸς ἐν μέσῶ ἀλλοθρήσκων, ὅθεν σοι ἐροῦμεν˙
Χαῖρε, βιῶν Ὀρθοδόξων πίστιν˙ Χαῖρε, δι᾽ ἔργων δεικνὺς ἀρίστην.
Χαῖρε, Βρεττανίας ὡσεὶ ἰσαπόστολος˙ Χαῖρε, Ἑσπερίας το Φῶς θείου Πνεύματος.
Χαῖρε, ὅρους μοναζόντων μυστικῶς ἀποπληρῶν˙ Χαῖρε τύπους ἀλλοθρήσκων τεχνηέντως διαδραμών.
Χαῖρε, τῆς Ἐκκλησίας παραδόσεσι μένων˙ Χαῖρε, ἐρεσχελίας ἀλλοθρήσκων ἐκφεύγων.
Χαῖρε, κρουνὸς τοῦ Πνεύματος ὕδατος˙ Χαῖρε, πυρσὸς καὶ φάρος ἀκοίμητος.
Χαῖρε, τοὺς λόγους ἐμφαίνων τοῖς ἔργοις˙ Χαῖρε, τὰ ἔργα συνδέων τοῖς λόγοις.
Χαῖρε, Σωφρόνιε φιλόσοφε.
Θεολόγῳ σου γλώττῃ, θεολόγους ἐκφράζεις, τοὺς πάλαι Ἀποστόλους Σωτῆρος˙ θείου Πνεύματος ὥσπερ αὐτοί, κραταιῶς ἐχόμενοι Χριστοῦ, ἔθνεσιν ἐκήρυσσον μετάνοιαν ὡς σύ, μεθ᾽ ὧν Χριστῷ βοᾶτε˙
Ἀλληλούϊα.
Ἴσην Χάριν παρέχων, ταπεινοῖς μεταγνοῦσι, πενθοῦσιν ὁ Χριστὸς καὶ ἐσχάτους ὡς πρώτους τιμᾷ, ἐπεὶ αἴρει πάντων τὰ δεινὰ πταίσματα, Σωφρόνιε λέγεις πᾶσιν, ὥστε πάλιν σοι ἐροῦμεν˙
Χαῖρε, Χριστοῦ μιμητὰ ἐν πᾶσι˙ Χαῖρε, Ἁγίων βιῶν τὴν πίστιν.
Χαῖρε, θεολόγων τὸ Πνεῦμα δεχόμενος˙ Χαῖρε, ταπεινώσει ἁγίᾳ φραττόμενος.
Χαῖρε, θεῖε λειτουργὲ ἁγνείας ἐχόμενος ψυχῆς˙ Χαῖρε,ὄχλων πειρασμῶν ἐν ἀποτομίᾳ βιαστής.
Χαῖρε, ὡς παθοκτόνος ἀσκητὴς διακρίσει˙ Χαῖρε, σοφῶς διέπων τῶν σωμάτων τὴν φύσιν.
Χαῖρε, χρηστῷ ζυγῷ Χριστοῦ κράτιστος˙ Χαῖρε, κλοιοῦ δαιμόνων ὁ ἔχθιστος.
Χαῖρε, νοῶν τὰς τοῦ ᾅδου βασάνους˙ Χαῖρε, εὐχαῖς καὶ ἐλπίσιν ὑψίνους.
Χαῖρε, καρτερώτατε Σωφρόνιε.
Κέκτησαι νοῦν Ὁσίων, νοῦν Χριστοῦ, καθὼς Παῦλος Ἀπόστολος, πνευματοκινήτως φερεπόνως ζῶν, ἐν τῷ Σταυρῷ, Ἀναστάσει πάλιν τοῦ Χριστοῦ, Χάριτι, καὶ οὕτως ἐκδιδάσκεις τέκνα πάντα, τοῦ ποιεῖν, συνᾴδειν˙
Ἀλληλούϊα.
Λύπην διαχωρίζεις κοσμικὴν τοῦ θανάτου, τῆς λύπης χαρωπῆς ἁγνοῦ πένθους, τὰς αἰτίας αὐτῶν εἰρηκώς˙ πρώτην φίλαυτον, πικρὰν νεκράν, ἄθεον˙ δευτέραν δὲ ἐλπίδος χαρᾶς μεστῆς, ὅθεν βοῶμεν˙
Χαῖρε, Σωφρόνιε παρακλῆτορ˙ Χαῖρε, Χριστοῦ μαθητὰ καὶ ρῆτορ.
Χαῖρε, γραμματεῦ Χριστοῦ θείῳ ἐν Πνεύματι˙ Χαῖρε, συγγραφεῦ σοφῶν βίβλων ἐν ἔθνεσι.
Χαῖρε, τοῦ Σιλουανοῦ βίον μυστικῶς παραδιδούς˙ Χαῖρε, δείξας τοὺς ἀγῶνας σκληροὺς Ὁσίου ἀφανοῦς.
Χαῖρε, Ἄθω Ὁσίων παραδοὺς πολιτείαν˙ Χαῖρε, πᾶσιν Ἁγίοις πλατυνθεὶς συστοιχίᾳ.
Χαῖρε, κρημνῶν πτωμάτων ἀνάστασις˙ Χαῖρε, ψυχῶν ταχεῖα ἀνάνηψις.
Χαῖρε, ψυχαῖς δοὺς ἐλευθερίαν˙ Χαῖρε, δεικνὺς τοῦ Χρστοῦ εὐσπλαγχνίαν.
Χαῖρε, θεοδίδακτε Σωφρόνιε.
Μέμηνε δαιμονίων, λεγεὼν καθορῶσα, μετάνοιαν τοῦ πρῴην σου τέκνου, βρεττανοῦ καλοῦ, Ἄθω πιστοῦ, ἱερέως ὅ μως ἀ σθενοῦς π νεύματι, π ρὸς ὃ ν Σ ιλουανῷ ὁ μοῦ, ἐγγέγραφας σωθῆναι, μέλπων˙
Ἀλληλούϊα.
Nίκην Πνεύματος δείκνυς, νουθετῶν ἐπιστρέφειν Χριστῷ, ἀπολωλὸς σου τὸ τέκνον˙ κἂν ἀπῴθει σε, πλεῖον βοᾷς, καὶ γραφαῖς ἐκτείνεις πίστιν ὀρθόδοξον, ἔξω ἀπάτης, ἔχουσαν Χριστόν, διὸ ἡμεῖς φωνοῦμεν˙
Χαῖρε, βιβλίον τῆς μετανοίας˙ Χαῖρε, σχολεῖον τῆς σωτηρίας.
Χαῖρε, διαστέλλων πλανῶν τὰ καλύμματα˙ Χαῖρε, διαγγέλων τὰ θεῖα ἀκήρατα.
Χαῖρε, νέος Βρεττανίας φωτιστὴς μέσον σκοτασμοῦ˙ Χαῖρε, φῶς ἐν σκοτομήνῃ λαῶν τοῦ κόσμου γεηροῦ.
Χαῖρε, ἡσυχασταῖς καὶ ἀσκηταῖς παραβάλλων˙ Χαῖρε, ἐν κοινωνίᾳ τῶν ἐθνῶν ἡσυχάζων.
Χαῖρε, κρημνῶν αἱρέσεων ἄνοδος˙ Χαῖρε, στρεβλῶν σχισμάτων ἐπάνοδος.
Χαῖρε, κρυπτῶς μυστικῶς ἀναβαίνων˙ Χαῖρε, Φωτὸς θείου λάμψεις ἐκφαίνων.
Χαῖρε, ἀοίδιμε Σωφρόνιε.
Ξύμπας κόσμος γινώσκει, θεοπνεύστους σου βίβλους, αἷς νῦν, κατανοοῦμεν εὐκόλως, σοφὰς ρήσεις, τὰς τῶν παλαιῶν Γραφῶν, ὁμοῦ καὶ ἀγῶνας παλαιῶν ἔγνωμεν, Ἁγίων συνδεθέντων σοι, ἐν ἔργοις λόγοις, συνυμνούντων˙
Ἀλληλούϊα.
Ὅλοι οἱ πρὸ σοῦ μάκαρ, ἐν τῷ κόσμῳ φανέντες, Φωτὶ ἱλαροτάτῳ ἀκτίστῳ, μυστικῶς ὄντες μέλη Χριστοῦ, περιχώρησιν πνευματικὴν ἔχοντες, ἀλλήλοις, Ἐκκλησίαν φανεροῦσιν, ἥν τιμᾷς ἀκούων˙
Χαῖρε, εὐχῆς νοερᾶς ἐργάτα˙ Χαῖρε, Χριστοῦ καὶ Ἁγίων μύστα.
Χαῖρε, καταργῶν πολιτεύματα ἄθεα˙ Χαῖρε, τῶν Ἁγίων ἱστῶν ἔργα ἄριστα.
Χαῖρε, ἔνδοθεν ἐγρήγορσιν παραδοὺς τὴν συνεχῆ˙, Χαῖρε ἔξωθεν ταπείνωσιν συγκρατῶν Χριστοτερπῆ.
Χαῖρε, τ ὴν ἀ κηδίαν κ ραταιῶς ἀ πορρίψας˙ Χαῖρε, τὴν ἀθυμίαν πάντῃ ἐξουθενώσας.
Χαῖρε, ἡμῶν διδάσκαλος ἄριστος˙ Χαῖρε, πτωχῶν δυστήνων ὑπέρμαχος.
Χαῖρε, ταχὺς βοηθὸς σωτηρίας˙ Χαῖρε, εὐκόλων ὁδῶν συνοδία.
Χαῖρε, κλεινότατε Σωφρόνιε.
Πίπτει φόβος, δειλία κενοδόξων καὶ ψεύδους, πρὸ τῆς σῆς ταπεινώσεως κράτους, καὶ λαβύρινθοι πλάνης στρεβλοὶ, καταργοῦνται, ὅτε ἀκουστὰ γίνονται, σοφὰ καὶ θεοδίδακτα κηρύγματά σου, Χριστῷ δόντα αἴνους˙
Ἀλληλούϊα.
Ρήτρας τοὺς Ἀποστόλους, ἀγραμμάτους ζηλώσας, Σωφρόνιε Προφήτας Ὁσίους, ὧν εἰς κόπους, τῶν πάλαι πολλοὺς εἰσελθών, ὡς ἔφη ὁ Σωτήρ, Πνεύματι Ἁγίῳ συνεχόμενος προσείπεσο, διὸ ἐροῦμεν˙
Χαῖρε, πορείᾳ στενῇ βαδίζων˙ Χαῖρε, ἐν πλάτει Χριστοῦ ὁδεύων.
Χαῖρε, μαρτυρίων Μαρτύρων ἐχόμενος˙ Χαῖρε, μυστικῶς ὑπομένων ὡς Ἅγιος.
Χαῖρε, Σάββα τοῦ Ὁσίου παραζηλῶν τὴν βιοτήν˙ Χαῖρε, πάλαι Παχωμίου κρατῶν ἐν πλήθει τὴν ἰσχύν.
Χαῖρε, τῷ Εὐθυμίῳ μειζοτάτῳ στοιχήσας˙ Χαῖρε, Θεοδοσίῳ λαμπροτάτῳ ὑπείξας.
Χαῖρε, Ὁσίων Ἄθω ἀκόλουθος˙ Χαῖρε, Σινᾶ φωστήρων συνέκδημος.
Χαῖρε, πυρσὲ δαδουχὲ Μοναζόντων˙ Χαῖρε, ὡς ναῦς ἀσκητῶν τῶν πλεόντων.
Χαῖρε, Ὁσιώτατε Σωφρόνιε.
Σίτου πλήρεις αἱ χῶραι, Μοναχῶν κοσμικῶν τε, ποθούντων Χριστομίμητον βίον, ὧν σπορὰ καὶ δρᾶγμα θερισμοῦ, ἐν Χριστῷ ὑπάρχεις, γενεαῖς σήμερον παντοίαις, Ὀρθοδόξων εὐλαβῶν σπουδῇ σὺν σοὶ αἰνούντων˙
Ἀλληλούϊα.
Τρέχεις ὡς εἶς, Πατέρων Θεοφόρων Σωτῆρι, Σεργίου ρωσικῆς γῆς ὡς γόνος, παραπλήσιος αὐτοῦ ψυχῇ καρτερᾷ, ἑκατὸν καὶ Μονῶν κτίτορος, ἀλλὰ καὶ ἐν τῇ Δύσει, στοιχῶν πλείστοις, ὥστε ἡμᾶς σοι λέγειν˙
Χαῖρε, ὁ κύκλος τῶν Μοναζόντων˙ Χαῖρε, τὸ μέσον μετανοούντων.
Χαῖρε, βρεττανῶν ἀσκητῶν συνακόλουθος˙ Χαῖρε, Ὀρθοδόξων Εὐρώπης συνέκδημος.
Χαῖρε, Ὁσίου Κολούμβα Μοναῖς ἑκατὸν συστοιχῶν˙Χαῖρε, Ὁσίου Κουθβέρτου πολλαῖς ἀρεταῖς περιών.
Χαῖρε, Ἁγίου Νίοτ Κορνουάλης συμμύστης˙ Χαῖρε, Ἀϊδανοῦ ἀρετῶν ὁ ἰχνηλάτης.
Χαῖρε, Νεκτὰν Ὁσίῳ ἑπόμενος˙ Χαῖρε, σοφοῦ τοῦ Βέδα ὁμότροπος.
Χαῖρε, στοιχῶν Νινιὰν πανολβίῳ˙ Χαῖρε, ὁμοῦ Δανιὴλ Οὐαλίῳ.
Χαῖρε, εὐλαβέστατε Σωφρόνιε.
Ὕψους θείου οὐ πίπτεις, ταπεινώσεως Χάριν ὡς ἔχων, καὶ ἀγάπῃ ἀπτώτῳ συνεχόμενος˙ ὡς οὖν ποδηγὸς καὶ ποιμήν, ἐχθραίνειν δαιμονίοις πᾶσιν, ἡμῖν βοήθει Πνεύματι Σωφρόνιε, σπουδῇ δὲ Χριστῷ ψάλλειν˙ (ἔχει καὶ ἐναλλακτικὴ πρόταση τό: σπουδῇ δὲ καὶ συμψάλλειν)˙
Ἀλληλούϊα.
Φῶς Χριστοῦ φαίνει πᾶσι, καὶ μετέχουσι τούτου οἱ Δῆμοι τῶν Ἁγίων Ἁπάντων, οἷς νῦν ὅμοιος ἦσθα ψυχῇ, σωφρονῶν Σωφρόνιε, αὐγαῖς Πνεύματος, Ὅ νῦν πληροῦν ἱκέτευε, ἡμᾶς ὥστε γεραίρειν οὕτω˙
Χαῖρε ,Φωτός διακρίνων εἴδη˙ Χαῖρε, δεικνὺς φωτισμοῦ τὰ τέλη.
Χαῖρε, ψευδομένων σκιὰς ἀπωσάμενος˙ Χαῖρε, βιοτῆς τοὺς σκοποὺς ἐνδειξάμενος.
Χαῖρε, πλάνης τὴν συσκότισιν ἐκκαλύπτων συνεχῶς˙ Χαῖρε, δρόμους φωτοφόρους Χριστοῦ ἀνοίγων εὐκρινῶς.
Χαῖρε, ἀνατολῆς Ἀσίας καίων τὰς πλάνας˙ Χαῖρε, Δύσει Εὐρώπῃ ἐγκαινίζων τὰς ρύμας.
Χαῖρε, τιμῶν Ἄθω Ἀθανάσιον˙ Χαῖρε, καὶ Πέτρου νήψει κρατούμενος.
Χαῖρε, Μαρτίνου Τουρώνης συμμύστα˙ Χαῖρε, κλεινοῦ Βενεδείκτου δεῖκτα.
Χαῖρε, διδάσκαλε Σωφρόνιε.
Χαίρων Ἄνω ἐν πόλῳ, καὶ ἡμᾶς μὴ παρίδης Σωφρόνιε, ἀλλ᾽ εὔχου σωθῆναι, ὑμνητάς σου πτωχούς, ἀσθενεῖς, καὶ τῆς θεαρέστου σου ζωῆς κήρυκας, καὶ βίβλοις σου στοιχοῦσιν, ἐχομέναις Γραφῶν Θείων Αἴνων.
Ἀλληλούϊα.
Ψῦχος ἦλθεν ἐν κόσμῳ, ἀντιχρίστων μανίας, Σωφρόνιε δ᾽ ἡμῖν ζέσιν δίδου, Χριστῷ στοιχεῖν ἡμῖν βοηθῶν, καὶ Ἁγίοις Πᾶσιν ἐν παντὶ πάντοτε, ἐν τρόποις λόγοις, Μόνης Ἐκκλησίας διδαχαῖς καὶ λέγειν˙
Χαῖρε, Μονῆς Βαπτιστοῦ ὁ κτίτωρ˙ Χαῖρε, ἡμῶν ψυχῶν ὁ ἰθύντωρ.
Χαῖρε, ἀετὲ χρυσοπτέρυγε Πνεύματι˙ Χαῖρε, λεοντώδης φανεὶς Θεία Χάριτι.
Χαῖρε, βοῦς ἀροτριώσας ψυχὰς πολλῶν Χριστιανῶν˙ Χαῖρε, θείᾳ βουκολίᾳ ἡμᾶς λυτρῶν ἐκ τῶν κακῶν.
Χαῖρε, τῶν Γαλατῶν Ἁγίων Δύσεως φίλε˙ Χαῖρε, τῶν Βρεττανῶν Ὁσίων τρόφιμε θεῖε.
Χαῖρε, Σιλουανοῦ τέκνον ἄριστον˙ Χαῖρε, ἡμῶν πατὴρ καὶ πανάριστος.
Χαῖρε, Φωτὸς Χριστοκῆρυξ καὶ δείκτης˙ Χαῖρε, σκοτίας καὶ λύπης ὁ ρύστης.
Χαῖρε, Θεορρῆμον Σωφρόνιε.
Ὦ Σωφρόνιε πάτερ, φιλοσόφως βιώσας καὶ ἔργα εὐλαβείᾳ συζεύξας˙ (ἐκ γ´) θεολόγε Φωτός Θεϊκοῦ, καὶ ἐργάτα πένθους χαρωποῦ, νήψεως εὐχῶν ἀλείπτων τέλειε διδάσκαλε, Ἀγγέλοις ᾄδεις˙
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ.δ´. Τῇ Ὑπερμάχῳ.
Ἐκραταιώθης, ὦ Σωφρόνιε, τῷ Πνεύματι, ἀπὸ παιδὸς, καὶ τὰς ὁδοὺς Χριστοῦ ἐζήλωσας, τῆς Ἀσίας δ᾽ ἐκγελάσας οἰκτρὰς ἀπάτας, τοῖς τοῦ Ἄθω μοναχοῖς σεπτοῖς ὡμοίωσαι,καὶ Ἑώαν καὶ Δυσμὰς Φωτὶ κατηύγασας, φιλοσόφοις σου, θείοις λόγοις καὶ βίβλοις σου.__
- Προβολές: 10565