Φιλάδελφος ἑλληνικός λόγος

Μητροπολίτου Ναυπάκτου καί Ἁγίου Βλασίου Ἱεροθέου

Φιλάδελφος ἑλληνικός λόγοςΣτό Γραφεῖο τῆς Ἱερᾶς Μητροπόλεως Μεσολογγίου μέ ἐπισκέφθηκε μιά ἡμέρα ὁ μηχανικός Νίκος Κανίνιας, υἱός τοῦ Σπυρίδωνος Κανίνια, γνωστοῦ Εἰσαγγελικοῦ Λειτουργοῦ, πού καταγόταν ἀπό τό Μεσολόγγι καί ἔφθασε μέχρι τόν βαθμό τοῦ Ἀντιεισαγγελέως τοῦ Ἀρείου Πάγου -ἤδη ἔχει ἀποβιώσει- καί μοῦ ἐνεχείρισε δύο ἐπιστολές, μιά τοῦ πατέρα του Σπύρου Κανίνια πρός τόν Μητροπολίτη Ἐδέσσης Καλλίνικο, καί ἄλλη τοῦ Καλλινίκου στόν Κανίνια.

Ἀφορμή τῶν δύο ἐπιστολῶν ἦταν ὅτι ὁ υἱός τοῦ Εἰσαγγελέως, Νίκος Κανίνιας, σέ ἐφηβική ἡλικία μαζί μέ τόν ἀνεψιό ἀπό ἀδελφό τοῦ Μητροπολίτου, ἤδη ἁγίου, Καλλινίκου, εἶχαν φιλοξενηθῆ γιά λίγες ἡμέρες στήν Ἔδεσσα τό ἔτος 1973, καί μάλιστα στήν Ἱερά Μητρόπολη, καί συμμετεῖχαν σέ ὅλες τίς Ἱερές Ἀκολουθίες τῆς Ἐκκλησίας μας. Τούς ἐνθυμοῦμαι πολύ καλά, γιατί τήν περίοδο ἐκείνη ἤμουν ἤδη Κληρικός καί ἔμενα, ὅπως πάντοτε, στήν Ἱερά Μητρόπολη μαζί μέ τόν Γέροντά μου ἅγιο Καλλίνικο.

Ὅταν, λοιπόν, ὁ νεαρός Νίκος ἐπέστρεψε στό σπίτι του διηγήθηκε στόν πατέρα του τίς ἐντυπώσεις του ἀπό τήν ζωή του στήν Ἔδεσσα, καί στήν Ἱερά Μητρόπολη, καί ἐκεῖνος ἔγραψε ἐπιστολή γιά νά εὐχαριστήση τόν ἅγιο Καλλίνικο, τόν «ἀρχαῖον φίλον» του, ἀπό τότε πού ζοῦσαν στό Μεσολόγγι. Στήν συνέχεια ὁ Μητροπολίτης Καλλίνικος ἀπήντησε στόν «κράτιστον Σπυρίδωνα», «ἀρχαῖον φίλον» του.

Διαβάζοντας κανείς τίς δύο αὐτές ἐπιστολές θαυμάζει τήν ἀρίστη χρήση τῆς ἑλληνικῆς γλώσσης τῶν δύο, τήν ἀγάπη μεταξύ τους, τήν ἑλληνική καί χριστιανική παράδοση πού τούς διέκρινε, τά φιλάδελφα αἰσθήματά τους.

Θά παραθέσω καί τίς δύο αὐτούσιες καί ἰδιόχειρες αὐτές ἐπιστολές ὡς ὑπόδειγμα λόγου, εὐπρέπειας, εὐγένειας καί πλουσίων αἰσθημάτων.

 

* * *

 

1. Ἐπιστολή Εἰσαγγελέως Σπύρου Κανίνια

Σπυρίδων, ἀρχαῖος φίλος
τῷ Σεβασμιωτάτῳ Μητροπολίτῃ Ἐδέσσης, Πέλλης καί Ἀλμωπίας
κυρίῳ Κ α λ λ ι ν ί κ ῳ.

Χαρᾶς μεγάλης καί φαιδρῶν αὐχημάτων ἐγένου μοι πρόξενος, Σεβασμιώτατε, ἐξ αἰτίας τῆς προσφάτως παρασχεθείσης τῷ ἐμῷ υἱῷ Νικολάῳ ( σύν τῷ ἑξαδέλφῳ αὐτοῦ καί ἀνιψιῷ Ὑμῶν τε καί ἡμῶν Γεωργίῳ) ἐν αὐτῷ τῷ μεγάρῳ τῆς ἱερᾶς Μητροπόλεως, μακροημέρου τε καί πλουσίας φιλοξενίας. Πλουσίας δέ λέγων, οὐ μόνον τά ὑλικά αἰνίττομαι ἀγαθά, ἀλλά πολλῷ μᾶλλον τά πνευματικά θεωρῶ δωρήματα, ὅσα ἡ Σή ἀγαθότης ἀμφοτέροις τοῖς παισίν ἐπεδαψέλευσε. Τί γάρ ὄφελος, εἰ ἡ φιλοξενία εἴη τοιαύτης βρώσεως καί πόσεως καί ὁποιαστινοσοῦν ὁσπητικῆς ὕλης, ἄμοιρος δέ πνευματικῆς τροφῆς τε καί τρυφῆς;

Νῦν δέ, ἐκ τῆς (καί εἰς τά μητροπολιτικά δώματα συνήθους) νεωτερικῆς μηχανῆς τοῦ τηλεφώνου - ᾧτινι τό οὖς ἑκάστοτε ἄσμενος προσήλουν - Ἐδεσσῆθεν συχνῶς τῆς τε Ὑμετέρας καί τῆς τῶν παίδων φωνῆς ἀκήκοα γηθοσύνως διηγουμένης ( καί ἤδη ἐνταῦθα ἀφικόμενοι οἱ παῖδες οὐ παύονται διηγούμενοι), περί τῶν ὡς εἴρηται πνευματικῶν προσφορῶν• ἤγουν περί τῆς αὐτῶν μεθ’ Ὑμῶν, τοῦ ἐπί συνέσει καί εὐσταθείᾳ καί τῇ ἐν παντί ἀκριβείᾳ μεμαρτυρημένου, καθ’ ἡμέραν ἀναστροφῆς• ἔτι δέ καί περί εὐχαρίστων ἐκδρομῶν εἰς χωρία καί κώμας τῆς Ὑμετέρας ἐπισκοπικῆς περιοχῆς καί συναφῶν τερπνῶν «ρεμβασμῶν δεκαπενταυγούστου», καθώς ὁ ἐν μακαριστοῖς Παπαδιαμάντης γέγραφε• πρός δέ τούτοις καί περί εὐκαίρων ἀκροάσεων ἱερῶν ἀκολουθιῶν καί δή καί κατανυκτικῶν παρακλήσεων καί παρ’ αὐτῶν τῶν παίδων προθύμου ἀναγνώσεως ἑξαψάλμων καί ἀποδείπνων, ὡς καί περί ἑτέρων εὐσεβῶν ἐντεύξεων -ὦ καλῶν θημωνία!

Ἐκ τῆς οὑτωσί γενομένης τῶν καλῶν τούτων ἀμέσου βιώσεως, εἴθε οἱ παῖδες οὗτοι ἀμφότεροι, τά τῆς ὑγιοῦς πνευματικῆς ζωῆς διαγνόντες καί ἐν τῷ μέλλοντι χρόνῳ ὑπό τῆς γλυκείας τούτων ἀναμνήσεως οἱονεί θιγόμενοι, ὡς πλείστης ἀξιωθεῖεν προκοπῆς καί ἐπιδόσεως ἐν τῷ χριστιανικῷ βίῳ, ὥστε τούτους τελείους ἄνδρας γενέσθαι, πρός πᾶν ἔργον ἀγαθόν ἀπηρτισμένους.

Τῆς Ὑμετέρας Σεβασμιότητος μετ’ εὐλαβείας ἀσπαζόμενος τήν δεξιάν, σύν τῇ ἐμῇ συζύγῳ Εὐαγγελίᾳ καί τῇ θυγατρί Ἐριφύλῃ, τάς θεοπειθεῖς Ὑμῶν εὐχάς ἀπεκδέχομαι

Σπυρίδων

Ἔγραφον ἐν Κυψέλῃ Ἀθηνῶν, τῇ κθ’ Αὐγούστου σωτ. ἔτους ᾳωογ΄

 

 

 

2. Ἐπιστολή ἁγίου Καλλινίκου

 Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ
ΕΔΕΣΣΗΣ ΠΕΛΛΗΣ ΚΑΙ ΑΛΜΩΠΙΑΣ
 Ἐν Ἐδέσσῃ τῇ ιγ΄ Νοεμβρίου ᾳπογ΄

ΚΑΛΛΙΝΙΚΟΣ

Ἐλέῳ Θεοῦ Μητροπολίτης Ἐδέσσης, Πέλλης τε καί Ἀλμωπίας

ΣΠΥΡΙΔΩΝΙ, ἀρχαίῳ φίλῳ,


Ἀρχαία μέν, κράτιστε Σπυρίδων, ἀρχαία ἡ ἡμῶν φιλία.

Ἔναγχος δέ ἡ τοῦ σοῦ υἱοῦ Νικολάου μετά τοῦ αὑτοῦ ἐξαδέλφου καί ἀνεψιοῦ ἡμῶν Γεωργίου ἐν τῷ καθ’ ἡμᾶς ἱερῷ Ἐπισκοπείῳ διαμονή ὡσανεί καινήν ταύτην ἀπειργάσατο. Ὁρῶν γάρ υἱόν τῷ πατρί κατ’ ἀρετήν ἁμιλλώμενον, ἡδόμην μέν μέγα καί ἔχαιρον, τῆς δέ μετά σοῦ ἐμιμνῃσκόμην πάλαι ἀναστροφῆς. Οἵας δέ μοι χαρᾶς πρόξενος γέγονε μετά ταῦτα ἡ σή πρός με ἐπιστολή, οὐχ οἷόν τε γράψαι. Ἐφ’ οἷς γάρ ἐγώ τόν Θεόν ᾔνουν, σύ ἐπ’ αὐτοῖς μοι εὐχαριστεῖς. Πότερον οὖν• προσδέξασθαι εὐγνωμοσύνης φωνήν ἤ ἀντευγνωμονῆσαι με δεῖ, ὅτι τό σόν ἐπιστεύθης μοι τέκνον, κἄν ἐπί μικρόν; Εἰ γάρ τό ἱερόν ἐπισκοπεῖον τοῖς πᾶσιν εἰς ξενίαν ἠνέωκται, ὁπόσῳ μᾶλλον τοῖς ἐμοί φιλτάτοις. Ὅτι πάντες μέν οἱ Χριστιανοί τοῦ Κυριακοῦ ἐσμεν σώματος μέλη ἁπανταχοῦ τῆς γῆς διεσπαρμένοι, καί τοῖς μέν σώμασιν ἀλλήλων διεστηκότες, τῷ δέ Πνεύματι τῷ Ἁγίῳ εἰς ἕν ἡνωμένοι. Ἐν δέ τῇ παγκοίνῳ ταύτη ἑνώσει, τῆς φιλίας οἱ σύνδεσμοι καί ἑτέρας ἑνότητος τό μέγεθος δηλοῦσι. Ἡ οὖν μετά φίλων καί τῶν τέκνων αὐτῶν ἀναστροφή μεγίστην ἡμῖν χαράν ἐμποιεῖ.

Ἔτι δέ, τί ἥδιον τῇ ἐμῇ διακονίᾳ ἀλλ’ ἤ νεωτέροις με τόν πρεσβύτερον ὁμιλεῖν καί τόν νοῦν αὐτῶν ἐπί τά κρείσσω καί ἐν οὐρανοῖς πειρᾶσθαι ἀνάγειν, τήν δέ αὐτῶν προθυμίαν καί πίστιν ὁρᾶν ὡς ἐλπίδα ἡμερῶν ἀγαθῶν οὖσαν τῷ ἡμῶν χριστωνύμῳ λαῶ;

Ἐπί τούτοις ἅπασιν εὐχαριστῶν τῷ Κυρίῳ καί τῇ σῇ ἀγάπῃ, ἀσπάζομαί σε ἐν Χριστῷ καί ἐκ βάθους καρδίας εὔχομαί σοι, σύν τῇ συζύγῳ καί τοῖς τέκνοις σου, πᾶσαν δόσιν ἀγαθήν καί πᾶν δώρημα τέλειον, ἄνωθεν καταβαῖνον ἐκ τοῦ Πατρός τῶν φώτων.

Ὁ Ἐδέσσης Πέλλης, Ἀλμωπίας Καλλίνικος

 

 * * *

 

 Οἱ χειρόγραφες ἐπιστολὲς σὲ φωτογραφία

 

Ἐπιστολή Εἰσαγγελέως Σπύρου Κανίνια 29 Αὐγούστου 1973
Φιλάδελφος ἑλληνικός λόγος  Φιλάδελφος ἑλληνικός λόγος 

 

 Ἀπάντηση ἁγίου Καλλινίκου  13 Σεπτεμβρίου 1973
 Φιλάδελφος ἑλληνικός λόγος
  • Προβολές: 1072